The Erotic Essay
Demosthenes
Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
καὶ μὲν δὴ καὶ τῶν ὁρωμένων ἐπιφανεστάτου μὲν ὄντος τοῦ προσώπου, τούτου δʼ αὐτοῦ τῶν ὀμμάτων, ἔτι μᾶλλον ἐν τούτοις ἐπεδείξατο τὴν εὔνοιαν ἣν εἶχεν εἰς σὲ τὸ δαιμόνιον. οὐ γὰρ μόνον πρὸς τὸ τὰ κατεπείγονθʼ ὁρᾶν αὐτάρκη παρέσχηται, ἀλλʼ ἐνίων οὐδʼ ἐκ τῶν πραττομένων γιγνωσκομένης τῆς ἀρετῆς, σοῦ διὰ τῶν τῆς ὄψεως σημείων τὰ κάλλιστα τῶν ἠθῶν ἐνεφάνισεν, πρᾶον μὲν καὶ φιλάνθρωπον τοῖς ὁρῶσιν, μεγαλοπρεπῆ δὲ καὶ σεμνὸν τοῖς ὁμιλοῦσιν, ἀνδρεῖον δὲ καὶ σώφρονα πᾶσιν ἐπιδείξας.
ὃ καὶ μάλιστʼ ἄν τις θαυμάσειεν· τῶν γὰρ ἄλλων ἐπὶ μὲν τῆς πραότητος ταπεινῶν, ἐπὶ δὲ τῆς σεμνότητος αὐθαδῶν ὑπολαμβανομένων, καὶ διὰ μὲν τὴν ἀνδρείαν θρασυτέρων, διὰ δὲ τὴν ἡσυχίαν ἀβελτέρων εἶναι δοκούντων, τοσαύτας ὑπεναντιώσεις πρὸς ἄλληλα λαβοῦσʼ ἡ τύχη πρὸς τὸ δέον ἅπανθʼ ὁμολογούμενʼ ἀπέδωκεν, ὥσπερ εὐχὴν ἐπιτελοῦσʼ ἢ παράδειγμα τοῖς ἄλλοις ὑποδεῖξαι βουληθεῖσα, ἀλλʼ οὐ θνητήν, ὡς εἴθιστο, φύσιν συνιστᾶσα.
εἰ μὲν οὖν οἷόν τʼ ἦν ἐφικέσθαι τῷ λόγῳ τοῦ κάλλους τοῦ σοῦ, ἢ τοῦτʼ ἦν μόνον τῶν σῶν ἀξιέπαινον, οὐδὲν ἂν παραλιπεῖν ᾠόμεθα δεῖν ἐπαινοῦντες τῶν προσόντων· νῦν δὲ δέδοικα μὴ πρός τε τὰ λοίπʼ ἀπειρηκόσι χρησώμεθα τοῖς ἀκροαταῖς, καὶ περὶ τούτου μάτην τερθρευώμεθα.