The Funeral Speech

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

καὶ γὰρ τὸν Ἀμαζόνων στρατὸν ἐλθόντʼ ἐκράτησαν οὕτως ὥστʼ ἔξω Φάσιδος ἐκβαλεῖν, καὶ τὸν Εὐμόλπου καὶ τῶν πολλῶν ἄλλων στόλον οὐ μόνον ἐκ τῆς οἰκείας, ἀλλὰ καὶ ἐκ τῆς τῶν ἄλλων Ἑλλήνων χώρας ἐξήλασαν, οὓς οἱ πρὸ ἡμῶν οἰκοῦντες πρὸς ἑσπέραν πάντες οὔθʼ ὑπέμειναν οὔτʼ ἐδυνήθησαν κωλῦσαι. καὶ μὴν καὶ τῶν Ἡρακλέους παίδων, ὃς τοὺς ἄλλους ἔσῳζεν, σωτῆρες ὠνομάσθησαν, ἡνίκʼ ἦλθον εἰς τήνδε τὴν γῆν ἱκέται, φεύγοντες Εὐρυσθέα. καὶ πρὸς πᾶσι τούτοις καὶ πολλοῖς ἄλλοις καὶ καλοῖς ἔργοις τὰ τῶν κατοιχομένων νόμιμʼ οὐ περιεῖδον ὑβριζόμενα, ὅτε τοὺς ἕπτʼ ἐπὶ Θήβας θάπτειν ἐκώλυεν Κρέων.