The Funeral Speech
Demosthenes
Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
τὰ μὲν οὖν εἰς γένος ἀνήκοντα τοιαῦτα διʼ αἰῶνος ὑπάρχει τοῖς τῶνδε τῶν ἀνδρῶν προγόνοις. τὰ δʼ εἰς ἀνδρείαν καὶ τὴν ἄλλην ἀρετὴν πάντα μὲν κατοκνῶ λέγειν, φυλαττόμενος μὴ μῆκος ἄκαιρον ἐπιγένηται τῷ λόγῳ· ἃ δὲ καὶ τοῖς εἰδόσιν χρήσιμʼ ἀναμνησθῆναι καὶ τοῖς ἀπείροις κάλλιστʼ ἀκοῦσαι, καὶ ζῆλον ἔχει πολὺν καὶ μῆκος λόγου ἄλυπον, ταῦτʼ ἐπὶ κεφαλαίων εἰπεῖν πειράσομαι.