Against Theocrines

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

τί οὖν οὐκ ἀγραφίου με, φήσει, γράφει, τὸν ὀφείλοντα καὶ μὴ ἐγγεγραμμένον; ὅτι ὁ νόμος οὐ κατὰ τῶν ὀφειλόντων καὶ μὴ ἐγγραφέντων κελεύει τὰς γραφὰς τοῦ ἀγραφίου εἶναι, ἀλλʼ οἵτινες ἂν ἐγγραφέντες καὶ μὴ ἐκτείσαντες τῇ πόλει τὸ ὄφλημα ἐξαλειφθῶσι. καί μοι λαβὲ τὸν νόμον καὶ ἀνάγνωθι.

ΝΟΜΟΣ.

ἀκούετε τοῦ νόμου, ὦ ἄνδρες δικασταί, ὅτι διαρρήδην λέγει, ἐάν τις τῶν ὀφειλόντων τῷ δημοσίῳ μὴ ἐκτείσας τὸ ὄφλημα τῇ πόλει ἐξαλειφθῇ, εἶναι κατʼ αὐτοῦ τὰς γραφὰς πρὸς τοὺς θεσμοθέτας τοῦ ἀγραφίου, καὶ οὐ κατὰ τοῦ ὀφείλοντος καὶ μὴ ἐγγεγραμμένου, ἀλλʼ ἔνδειξιν κελεύει καὶ ἄλλας τιμωρίας κατὰ τούτων εἶναι. ἀλλὰ σὺ τί διδάσκεις με πάντας τοὺς τρόπους οἷς δεῖ με τιμωρήσασθαι τοὺς ἐχθρούς, ἀλλʼ οὐ καθʼ ὃν εἰσελήλυθα, τοῦτον ἀπολογεῖ;

Μοιροκλῆς τοίνυν, ὦ ἄνδρες δικασταί, ὁ τὸ ψήφισμα γράψας κατὰ τῶν τοὺς ἐμπόρους ἀδικούντων, καὶ πείσας οὐ μόνον ὑμᾶς ἀλλὰ καὶ τοὺς συμμάχους φυλακήν τινα τῶν κακουργούντων ποιήσασθαι, οὐκ αἰσχυνεῖται αὐτίκα μάλα λέγων ὑπὲρ Θεοκρίνου ἐναντία τοῖς ἑαυτοῦ ψηφίσμασιν,

ἀλλὰ τολμήσει πείθειν ὑμᾶς ὡς χρὴ τὸν οὕτως φανερῶς ἐξεληλεγμένον φάσεις ποιούμενον ἀδίκους κατὰ τῶν ἐμπόρων ἀφεῖναι καὶ μὴ τιμωρήσασθαι, ὥσπερ ἕνεκα τούτου γράψας καθαρὰν εἶναι τὴν θάλατταν, ἵνα σωθέντες οἱ πλέοντες ἐκ τοῦ πελάγους ἐν τῷ λιμένι χρήματα τούτοις ἀποτίνωσιν, ἢ διαφέρον τι τοῖς ἐμπόροις, ἂν μακρὸν διαφυγόντες πλοῦν Θεοκρίνῃ περιπέσωσιν.

ἐγὼ δʼ οἶμαι τῶν μὲν κατὰ πλοῦν γιγνομένων οὐχ ὑμᾶς, ἀλλὰ τοὺς στρατηγοὺς καὶ τοὺς ἐπὶ τοῖς μακροῖς πλοίοις αἰτίους εἶναι, τῶν δʼ ἐν τῷ Πειραιεῖ καὶ πρὸς ταῖς ἀρχαῖς ὑμᾶς, οἳ τούτων κύριοι ἁπάντων ἐστέ. διὸ καὶ μᾶλλόν ἐστι τηρητέον τοὺς ἐνθάδε παραβαίνοντας τοὺς νόμους τῶν ἔξω τοῖς ψηφίσμασιν οὐκ ἐμμενόντων, ἵνα μὴ δοκῆτε αὐτοὶ πράως ἐπὶ τοῖς γιγνομένοις φέρειν καὶ συνειδέναι τι τούτοις ὧν πράττουσιν.

οὐ γὰρ δήπου Μηλίους μέν, ὦ Μοιρόκλεις, κατὰ τὸ σὸν ψήφισμα δέκα τάλαντα νῦν εἰσεπράξαμεν, ὅτι τοὺς λῃστὰς ὑπεδέξαντο, τουτονὶ δʼ ἀφήσομεν, ὃς καὶ τὸ σὸν ψήφισμα καὶ τοὺς νόμους, διʼ οὓς οἰκοῦμεν τὴν πόλιν, παραβέβηκεν· καὶ τοὺς μὲν τὰς νήσους οἰκοῦντας κωλύσομεν ἀδικεῖν, ἐφʼ οὓς τριήρεις δεῖ πληρώσαντας ἀναγκάσαι τὰ δίκαια ποιεῖν, ὑμᾶς δὲ τοὺς μιαρούς, οἷς αὐτοῦ δεῖ καθημένους τουτουσὶ κατὰ τοὺς νόμους ἐπιθεῖναι δίκην, ἐάσομεν; οὔκ, ἄν γε σωφρονῆτε. λέγε τὴν στήλην.

ΣΤΗΛΗ.

περὶ μὲν οὖν τῶν νόμων καὶ τοῦ πράγματος οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν· ἱκανῶς γάρ μοι δοκεῖτε μεμαθηκέναι. βούλομαι δὲ δεηθεὶς ὑμῶν τὰ δίκαιʼ ὑπὲρ ἐμαυτοῦ καὶ τοῦ πατρὸς καταβαίνειν καὶ μὴ ἐνοχλεῖν ὑμῖν. ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, βοηθεῖν οἰόμενος δεῖν τῷ πατρὶ καὶ τοῦτο δίκαιον εἶναι νομίζων,

τὴν ἔνδειξιν ταύτην ἐποιησάμην, ὥσπερ ἐξ ἀρχῆς εἶπον, οὐκ ἀγνοῶν οὔτε τοὺς βλασφημεῖν βουλομένους, ὅτι λόγους εὑρήσουσι τοὺς διαβαλοῦντας τὴν ἐμὴν ἡλικίαν, οὔτε τοὺς ἐπαινεσομένους καὶ σωφρονεῖν με νομιοῦντας, εἰ τὸν ἐχθρὸν τοῦ πατρὸς τιμωρεῖσθαι προαιροῦμαι, ἀλλʼ ἡγούμενος ταῦτα μὲν οὕτως ὅπως ἂν τύχῃ παρὰ τοῖς ἀκροωμένοις συμβήσεσθαι, ἐμοὶ δὲ τὸ προσταχθὲν ὑπὸ τοῦ πατρός, ἄλλως τε καὶ δίκαιον ὄν, τοῦτʼ εἶναι ποιητέον.

πότε γάρ με καὶ δεῖ βοηθεῖν αὐτῷ; οὐχ ὅταν ἡ μὲν τιμωρία κατὰ τοὺς νόμους ᾖ, μετέχων δʼ αὐτὸς τυγχάνω τῆς τοῦ πατρὸς ἀτυχίας, μόνος δὲ καταλελειμμένος ὁ πατήρ; ὅπερ νῦν συμβέβηκεν. πρὸς γὰρ τοῖς ἄλλοις ἀτυχήμασι καὶ τοῦθʼ ἡμῖν, ὦ ἄνδρες δικασταί, συμβέβηκεν· παροξύνουσι μὲν ἡμᾶς ἅπαντες καὶ συνάχθεσθαί φασι τοῖς γεγενημένοις καὶ δεινὰ πεπονθέναι λέγουσι καὶ τοῦτον εἶναι ἔνοχον τῇ ἐνδείξει, συμπράττειν δʼ οὐδεὶς ἐθέλει τῶν εἰπόντων, οὐδέ φησιν ἀπεχθάνεσθαι βούλεσθαι φανερῶς· οὕτως ἔλαττον παρά τισιν τὸ δίκαιον ἰσχύει τῆς παρρησίας.

πολλῶν δʼ ἡμῖν, ὦ ἄνδρες δικασταί, διὰ τουτονὶ Θεοκρίνην ἀτυχημάτων ἐν οὐκ ὀλίγῳ χρόνῳ συμβεβηκότων, οὐδενὸς ἔλαττόν ἐστιν τὸ νῦν συμβαῖνον, ὅτι τὰ δεινὰ καὶ τὰ παρὰ τοὺς νόμους πεπραγμένα Θεοκρίνῃ τῷ μὲν πατρὶ τῷ πεπονθότι καὶ δυναμένῳ ἂν δηλῶσαι πρὸς ὑμᾶς ἐξ ἀνάγκης ἡσυχίαν ἑκτέον ἐστίν (οἱ γὰρ νόμοι ταῦτα κελεύουσιν), ἐμοὶ δὲ τῷ πάντων τούτων ὑστερίζοντι λεκτέον, καὶ τοῖς μὲν ἄλλοις τοῖς τηλικούτοις οἱ πατέρες βοηθοῦσιν, οὗτος δʼ ἐν ἐμοὶ νῦν ἔχει τὰς ἐλπίδας.