Against Eubulides
Demosthenes
Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
πολλοῦ γʼ ἔδεόν τινας ἐγκαταλιπεῖν τῶν μὴ Ἀθηναίων, ὅπου καὶ τοὺς ὄντας πολίτας συνιστάμενοι ἐξέβαλον, οὓς τὸ δικαστήριον κατεδέξατο. καὶ ὢν ἐχθρὸς τῷ ἐμῷ πατρὶ τότʼ οὐ μόνον οὐ κατηγόρησεν, ἀλλʼ οὐδὲ τὴν ψῆφον ἤνεγκεν ὡς οὐκ ἦν Ἀθηναῖος. τῷ τοῦτο δῆλον; ὅτι ἁπάσαις ἔδοξεν δημότης εἶναι. καὶ τί δεῖ περὶ τῶν πατέρων λέγειν; ἀλλʼ Εὐβουλίδης αὐτὸς οὑτοσί, ἡνίκʼ ἐνεγράφην ἐγὼ καὶ ὀμόσαντες οἱ δημόται δικαίως πάντες περὶ ἐμοῦ τὴν ψῆφον ἔφερον, οὔτε κατηγόρησεν οὔτʼ ἐναντίαν τὴν ψῆφον ἤνεγκεν· καὶ γὰρ ἐνταῦθα πάλιν ἐμὲ πάντες ἐψηφίσαντο δημότην. καὶ εἴ φασίν με τοῦτο ψεύδεσθαι, ἐπὶ τοῦ ἐμοῦ ὕδατος ὅστις βούλεται τούτων τἀναντία μαρτυρησάτω.
εἰ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο δοκοῦσιν οὗτοι λέγειν μάλιστʼ ἰσχυρόν, ὡς ἀπεψηφίσαντό μου νῦν οἱ δημόται, ἐγὼ τετράκις ἐπιδεικνύω πρότερον, ὅθʼ ὁσίως ἄνευ συστάσεως ἐψηφίσαντο, καὶ ἐμὲ καὶ τὸν πατέρα δημότας αὑτῶν εἶναι ψηφισαμένους, πρῶτον μέν γε τοῦ πατρὸς δοκιμασθέντος, εἶτʼ ἐμοῦ, εἶτʼ ἐν τῇ προτέρᾳ διαψηφίσει, ὅτʼ ἠφάνισαν οὗτοι τὸ γραμματεῖον· τὸ δὲ τελευταῖον προκρίναντες ἐμὲ ἐψηφίσαντʼ ἐν τοῖς εὐγενεστάτοις κληροῦσθαι τῆς ἱερωσύνης τῷ Ἡρακλεῖ. καὶ ταῦτα πάντα μεμαρτύρηται.
εἰ δὲ δεῖ τὴν δημαρχίαν λέγειν, διʼ ἣν ὠργίζοντό μοί τινες, ἐν ᾗ διάφορος ἐγενόμην εἰσπράττων ὀφείλοντας πολλοὺς αὐτῶν μισθώσεις τεμενῶν καὶ ἕτερʼ ἃ τῶν κοινῶν διηρπάκεσαν, ἐγὼ μὲν ἂν βουλοίμην ὑμᾶς ἀκούειν, ἀλλʼ ἴσως ἔξω τοῦ πράγματος ὑπολήψεσθε ταῦτʼ εἶναι. ἐπεὶ καὶ τοῦτʼ ἔχω δεικνύναι τεκμήριον ὡς συνέστησαν· ἔκ τε γὰρ τοῦ ὅρκου ἐξήλειψαν τὸ ψηφιεῖσθαι γνώμῃ τῇ δικαιοτάτῃ καὶ οὔτε χάριτος ἕνεκʼ οὔτʼ ἔχθρας·
καὶ γὰρ τοῦτο φανερὸν ἐγένετο καὶ ὅτι ἱεροσυλήσαντες τὰ ὅπλα (εἰρήσεται γάρ), ἃ ἐγὼ ἀνέθηκα τῇ Ἀθηνᾷ, καὶ τὸ ψήφισμʼ ἐκκολάψαντες ὃ ἐμοὶ ἐψηφίσανθʼ οἱ δημόται, συνώμνυον οὗτοι ἐπʼ ἐμὲ οἱ ὑπʼ ἐμοῦ τὰ κοινὰ εἰσπραχθέντες. καὶ εἰς τοσοῦτʼ ἀναιδείας ἐληλύθασιν, ὥστʼ ἔλεγον περιιόντες ἐμὲ τῆς ἀπολογίας ἕνεκα ταῦτα ποιῆσαι. καὶ τίς ὑμῶν ἂν καταγνοίη μου τοσαύτην μανίαν, ὦ ἄνδρες δικασταί, ὥστε τηλικούτων ἕνεκα πρὸς τὸ πρᾶγμα τεκμηρίων ἄξια θανάτου διαπράξασθαι, καὶ ἃ ἐμοὶ φιλοτιμίαν ἔφερεν, ταῦτʼ ἀφανίζειν;
τὸ δὲ πάντων δεινότατον οὐ δήπου γε φήσαιεν ἂν ἐμὲ κατασκευάσαι. οὐ γὰρ ἔφθη μοι συμβᾶσʼ ἡ ἀτυχία καὶ εὐθύς, ὥσπερ φυγάδος ἤδη μου ὄντος καὶ ἀπολωλότος, τούτων τινὲς ἐπὶ τὸ οἰκίδιον ἐλθόντες τὸ ἐν ἀγρῷ νύκτωρ ἐπεχείρησαν διαφορῆσαι τὰ ἔνδοθεν· οὕτω σφόδρʼ ὑμῶν καὶ τῶν νόμων κατεφρόνησαν. καὶ ταῦτα τοὺς εἰδότας, ἐὰν βούλησθε, καλοῦμεν.
πολλὰ δʼ ἔχων καὶ ἄλλʼ ἐπιδεῖξαι, ἃ τούτοις ἐστὶν διαπεπραγμένα καὶ ἅ εἰσιν ἐψευσμένοι, ἡδέως μὲν ἂν ὑμῖν λέγοιμι, ἐπειδὴ δʼ ἔξω τοῦ πράγματος νομίζετʼ εἶναι, ἐάσω. ἀναμνήσθητε δʼ ἐκείνων καὶ θεάσασθε, ὡς πολλὰ καὶ δίκαιʼ ἔχων πρὸς ὑμᾶς ἥκω. ὥσπερ γὰρ τοὺς θεσμοθέτας ἀνακρίνετε, ἐγὼ τὸν αὐτὸν τρόπον ἐμαυτὸν ὑμῖν ἀνακρινῶ.
ὦ ἄνθρωπε, τίς ἦν σοι πατήρ; ἐμοί; Θούκριτος. οἰκεῖοί τινες εἶναι μαρτυροῦσιν αὐτῷ; πάνυ γε, πρῶτον μέν γε τέτταρες ἀνεψιοί, εἶτʼ ἀνεψιαδοῦς, εἶθʼ οἱ τὰς ἀνεψιὰς λαβόντες αὐτῷ, εἶτα φράτερες, εἶτʼ Ἀπόλλωνος πατρῴου καὶ Διὸς ἑρκείου γεννῆται, εἶθʼ οἷς ἠρία ταὐτά, εἶθʼ οἱ δημόται πολλάκις αὐτὸν δεδοκιμάσθαι καὶ ἀρχὰς ἄρξαι, καὶ αὐτοὶ διεψηφισμένοι φαίνονται. τὰ μὲν τοίνυν περὶ τοῦ πατρὸς πῶς ἂν ὑμῖν δικαιότερον ἢ καθαρώτερον ἐπιδείξαιμι; καλῶ δʼ ὑμῖν τοὺς οἰκείους, εἰ βούλεσθε. τὰ δὲ περὶ τῆς μητρὸς ἀκούσατε.
ἐμοὶ γάρ ἐστιν μήτηρ Νικαρέτη Δαμοστράτου θυγάτηρ Μελιτέως. ταύτης τίνες οἰκεῖοι μαρτυροῦσιν; πρῶτον μὲν ἀδελφιδοῦς, εἶτα τοῦ ἑτέρου ἀδελφιδοῦ δύʼ υἱοί, εἶτʼ ἀνεψιαδοῦς, εἶθʼ οἱ Πρωτομάχου υἱεῖς τοῦ λαβόντος τὴν ἐμὴν μητέρα πρότερον, εἶθʼ ὁ τὴν ἀδελφὴν τὴν ἐμὴν τὴν ἐκ τοῦ Πρωτομάχου γήμας Εὔνικος Χολαργεύς, εἶθʼ υἱὸς τῆς ἀδελφῆς.
ἀλλὰ μὴν καὶ φράτερες τῶν οἰκείων αὐτῆς καὶ δημόται ταῦτα μεμαρτυρήκασι. τίνος οὖν ἂν προσδέοισθε; καὶ γὰρ ὅτι κατὰ τοὺς νόμους ὁ πατὴρ ἔγημεν καὶ γαμηλίαν τοῖς φράτερσιν εἰσήνεγκεν μεμαρτύρηται. πρὸς δὲ τούτοις καὶ ἐμαυτὸν ἐπέδειξα πάντων μετειληφόθʼ ὅσων προσήκει τοὺς ἐλευθέρους. ὥστε πανταχῇ δικαίως καὶ προσηκόντως ἡμῖν ἂν προσθέμενοι τὴν ψῆφον εὐορκοίητε.
ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, τοὺς ἐννέα ἄρχοντας ἀνακρίνετε, εἰ γονέας εὖ ποιοῦσιν. ἐγὼ δὲ τοῦ μὲν πατρὸς ὀρφανὸς κατελείφθην, τὴν δὲ μητέρʼ ἱκετεύω ὑμᾶς καὶ ἀντιβολῶ διὰ τοῦτον τὸν ἀγῶνʼ ἀπόδοτέ μοι θάψαι εἰς τὰ πατρῷα μνήματα καὶ μή με κωλύσητε, μηδʼ ἄπολιν ποιήσητε, μηδὲ τῶν οἰκείων ἀποστερήσητε τοσούτων ὄντων τὸ πλῆθος, καὶ ὅλως ἀπολέσητε. πρότερον γὰρ ἢ προλιπεῖν τούτους, εἰ μὴ δυνατὸν ὑπʼ αὐτῶν εἴη σωθῆναι, ἀποκτείναιμʼ ἂν ἐμαυτόν, ὥστʼ ἐν τῇ πατρίδι γʼ ὑπὸ τούτων ταφῆναι.