Against Eubulides

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

ὁ Πρωτόμαχος πένης ἦν· ἐπικλήρου δὲ κληρονομήσας εὐπόρου, τὴν μητέρα βουληθεὶς ἐκδοῦναι πείθει λαβεῖν αὐτὴν Θούκριτον τὸν πατέρα τὸν ἐμόν, ὄνθʼ ἑαυτοῦ γνώριμον, καὶ ἐγγυᾶται ὁ πατὴρ τὴν μητέρα τὴν ἐμὴν παρὰ τοῦ ἀδελφοῦ αὐτῆς Τιμοκράτους Μελιτέως, παρόντων τῶν τε θείων ἀμφοτέρων τῶν ἑαυτοῦ καὶ ἄλλων μαρτύρων· καὶ τούτων ὅσοι ζῶσι, μαρτυρήσουσιν ὑμῖν.

μετὰ δὲ ταῦτα χρόνῳ ὕστερον παιδίων αὐτῇ δυοῖν ἤδη γεγενημένων, καὶ τοῦ μὲν πατρὸς στρατευομένου καὶ ἀποδημοῦντος μετὰ Θρασυβούλου, αὐτὴ δʼ οὖσʼ ἐν ἀπορίαις ἠναγκάσθη τὸν Κλεινίαν τὸν τοῦ Κλειδίκου τιτθεῦσαι, τῷ μὲν εἰς ἔμʼ ἥκοντι κινδύνῳ νῦν μὰ τὸν Διʼ οὐχὶ συμφέρον πρᾶγμα ποιήσασα (ἀπὸ γὰρ ταύτης τῆς τιτθείας ἅπασʼ ἡ περὶ ἡμᾶς γέγονεν βλασφημία), τῇ μέντοι ὑπαρχούσῃ πενίᾳ ἴσως καὶ ἀναγκαῖα καὶ ἁρμόττοντα ποιοῦσα.

φαίνεται τοίνυν οὐχ ὁ ἐμὸς πατὴρ πρῶτος, ὦ ἄνδρες Ἀθηναῖοι, λαβὼν τὴν ἐμὴν μητέρα, ἀλλʼ ὁ Πρωτόμαχος, καὶ παῖδας ποιησάμενος καὶ θυγατέρʼ ἐκδούς· ὃς καὶ τετελευτηκὼς ὅμως μαρτυρεῖ τοῖς ἔργοις ἀστήν τʼ αὐτὴν καὶ πολῖτιν εἶναι. ὡς οὖν ταῦτʼ ἀληθῆ λέγω, κάλει μοι πρῶτον μὲν τοὺς τοῦ Πρωτομάχου υἱεῖς, ἔπειτα τοὺς ἐγγυωμένῳ παρόντας τῷ πατρὶ καὶ τῶν φρατέρων τοὺς οἰκείους, οἷς τὴν γαμηλίαν εἰσήνεγκεν ὑπὲρ τῆς μητρὸς ὁ πατήρ, εἶτʼ Εὔνικον Χολαργέα τὸν τὴν ἀδελφὴν λαβόντα τὴν ἐμὴν παρὰ τοῦ Πρωτομάχου, εἶτα τὸν υἱὸν τῆς ἀδελφῆς. κάλει τούτους.

ΜΑΡΤΥΡΕΣ.

πῶς οὖν οὐκ ἂν οἰκτρότατʼ, ὦ ἄνδρες Ἀθηναῖοι, πάντων ἐγὼ πεπονθὼς εἴην, εἰ τῶν συγγενῶν ὄντων τοσούτων τουτωνὶ καὶ μαρτυρούντων καὶ διομνυμένων ἐμοὶ προσήκειν, μηδεὶς μηδενὶ τούτων ἀμφισβητῶν ὡς οὐκ εἰσὶ πολῖται, ἐμὲ ψηφίσαισθʼ εἶναι ξένον; λαβὲ δή μοι καὶ τὴν τοῦ Κλεινίου καὶ τὴν τῶν συγγενῶν αὐτοῦ μαρτυρίαν· οἳ ἴσασιν δήπου τίς οὖσά ποθʼ ἡ ἐμὴ μήτηρ ἐτίτθευσεν αὐτόν. οὐ γὰρ ἃ τήμερον ἡμεῖς φαμέν, εὔορκον αὐτοῖς μαρτυρεῖν, ἀλλʼ ἃ πάντα τὸν χρόνον ᾔδεσαν τὴν ἡμετέραν μὲν μητέρα, τιτθὴν δὲ τούτου νομιζομένην.

καὶ γὰρ εἰ ταπεινὸν ἡ τιτθή, τὴν ἀλήθειαν οὐ φεύγω· οὐ γὰρ εἰ πένητες ἦμεν, ἠδικήκαμεν, ἀλλʼ εἰ μὴ πολῖται· οὐδὲ περὶ τύχης οὐδὲ περὶ χρημάτων ἡμῖν ἐστὶν ὁ παρὼν ἀγών, ἀλλʼ ὑπὲρ γένους. πολλὰ δουλικὰ καὶ ταπεινὰ πράγματα τοὺς ἐλευθέρους ἡ πενία βιάζεται ποιεῖν, ἐφʼ οἷς ἐλεοῖντʼ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, δικαιότερον ἢ προσαπολλύοιντο. ὡς γὰρ ἐγὼ ἀκούω, πολλαὶ καὶ τιτθαὶ καὶ ἔριθοι καὶ τρυγήτριαι γεγόνασιν ὑπὸ τῶν τῆς πόλεως κατʼ ἐκείνους τοὺς χρόνους συμφορῶν ἀσταὶ γυναῖκες, πολλαὶ δʼ ἐκ πενήτων πλούσιαι νῦν. ἀλλʼ αὐτίχʼ ὑπὲρ τούτων. νῦν δὲ τοὺς μάρτυρας κάλει.

ΜΑΡΤΥΡΕΣ.

οὐκοῦν ὅτι μὲν καὶ τὰ πρὸς μητρός εἰμʼ ἀστὸς καὶ τὰ πρὸς πατρός, τὰ μὲν ἐξ ὧν ἄρτι μεμαρτύρηται μεμαθήκατε πάντες, τὰ δʼ ἐξ ὧν πρότερον περὶ τοῦ πατρός. λοιπὸν δέ μοι περὶ ἐμαυτοῦ πρὸς ὑμᾶς εἰπεῖν, τὸ μὲν ἁπλούστατον οἶμαι καὶ δικαιότατον, ἐξ ἀμφοτέρων ἀστῶν ὄντα με, κεκληρονομηκότα καὶ τῆς οὐσίας καὶ τοῦ γένους, εἶναι πολίτην· οὐ μὴν ἀλλὰ καὶ τὰ προσήκοντα πάντʼ ἐπιδείξω μάρτυρας παρεχόμενος, ὡς εἰσήχθην εἰς τοὺς φράτερας, ὡς ἐνεγράφην εἰς τοὺς δημότας, ὡς ὑπʼ αὐτῶν τούτων προὐκρίθην ἐν τοῖς εὐγενεστάτοις κληροῦσθαι τῆς ἱερωσύνης τῷ Ἡρακλεῖ, ὡς ἦρχον ἀρχὰς δοκιμασθείς. καί μοι κάλει αὐτούς.

ΜΑΡΤΥΡΕΣ.

οὔκουν δεινόν, ὦ ἄνδρες δικασταί, εἰ μὲν ἔλαχον ἱερεύς, ὥσπερ προὐκρίθην, δεῖν ἄν με καὶ αὐτὸν θύειν ὑπὲρ τούτων καὶ τοῦτον μετʼ ἐμοῦ συνθύειν, νῦν δὲ τοὺς αὐτοὺς τούτους ἐμὲ μεθʼ αὑτῶν μηδὲ συνθύειν ἐᾶν; φαίνομαι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν μὲν ἄλλον χρόνον ἅπαντα παρὰ πᾶσιν τοῖς νῦν κατηγοροῦσι πολίτης ὡμολογημένος·

οὐ γὰρ ἂν δήπου τόν γε ξένον καὶ μέτοικον, ὡς νῦν φησιν Εὐβουλίδης, οὔτʼ ἀρχὰς ἄρχειν οὔθʼ ἱερωσύνην κληροῦσθαι μεθʼ ἑαυτοῦ προκριθέντʼ εἴασεν· καὶ γὰρ οὗτος ἦν τῶν κληρουμένων καὶ προκριθέντων. οὐδέ γʼ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, παλαιὸς ὢν ἐχθρὸς ἐμοὶ τοῦτον τὸν καιρὸν περιέμενεν, ὃν οὐδεὶς ᾔδει γενησόμενον, εἴπερ τι συνῄδει τοιοῦτον.

ἀλλʼ οὐ συνῄδει· διόπερ τὸν μὲν ἄλλον ἅπαντα χρόνον δημοτευόμενος μετʼ ἐμοῦ καὶ κληρούμενος οὐδὲν ἑώρα τούτων, ἐπειδὴ δʼ ἡ πόλις πᾶσα τοῖς ἀσελγῶς εἰσπεπηδηκόσιν εἰς τοὺς δήμους ὀργιζομένη παρώξυντο, τηνικαῦτα μοι ἐπεβούλευσεν. ἦν δʼ ἐκεῖνος μὲν ὁ καιρὸς τοῦ συνειδότος αὑτῷ τἀληθῆ λέγειν, ὁ δὲ νυνὶ παρὼν ἐχθροῦ καὶ συκοφαντεῖν βουλομένου.

ἐγὼ δʼ, ὦ ἄνδρες δικασταί (καί μοι πρὸς Διὸς καὶ θεῶν μηδεὶς θορυβήσῃ, μηδʼ ἐφʼ ᾧ μέλλω λέγειν ἀχθεσθῇ), ἐμαυτὸν Ἀθηναῖον ὑπείληφʼ ὥσπερ ὑμῶν ἕκαστος ἑαυτόν, μητέρʼ ἐξ ἀρχῆς νομίζων ἥνπερ εἰς ὑμᾶς ἀποφαίνω, καὶ οὐχ ἑτέρας μὲν ὢν ταύτης δὲ προσποιούμενος· πατέρα πάλιν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν αὐτὸν τρόπον.