Against Dionysodorus

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

καὶ ἡμεῖς ἐπειδὴ τάχιστα ἐπυθόμεθα τὸ γεγονός, ἐκπεπληγμένοι τῷ πράγματι προσῇμεν τούτῳ τῷ ἀρχιτέκτονι τῆς ὅλης ἐπιβουλῆς, ἀγανακτοῦντες, οἷον εἰκός, καὶ ἐγκαλοῦντες ὅτι διαρρήδην ἡμῶν διορισαμένων ἐν ταῖς συνθήκαις ὅπως ἡ ναῦς μηδαμόσε καταπλεύσεται ἀλλʼ ἢ εἰς Ἀθήνας, καὶ ἐπὶ ταύταις ταῖς ὁμολογίαις δανεισάντων τὸ ἀργύριον, ἡμᾶς μὲν ἐν ὑποψίᾳ καταλέλοιπεν τοῖς βουλομένοις αἰτιᾶσθαι καὶ λέγειν, ὡς ἄρα καὶ ἡμεῖς κεκοινωνήκαμεν τῆς σιτηγίας τῆς εἰς τὴν Ῥόδον, αὐτοὶ δὲ οὐδὲν μᾶλλον τὴν ναῦν ἥκουσι κατακομίζοντες εἰς τὸ ὑμέτερον ἐμπόριον εἰς ὃ συνεγράψαντο.

ἐπειδὴ δὲ οὐδὲν ἐπεραίνομεν ὑπὲρ τῆς συγγραφῆς καὶ τῶν δικαίων διαλεγόμενοι, ἀλλὰ τό γε δάνειον καὶ τοὺς τόκους ἠξιοῦμεν ἀπολαβεῖν τοὺς ἐξ ἀρχῆς ὁμολογηθέντας. οὗτος δὲ οὕτως ὑβριστικῶς ἐχρήσατο ἡμῖν, ὥστε τοὺς μὲν τόκους τοὺς ἐν τῇ συγγραφῇ γεγραμμένους οὐκ ἔφη δώσειν· εἰ δὲ βούλεσθε, ἔφη, κομίζεσθαι τὸ πρὸς μέρος τοῦ πλοῦ τοῦ πεπλευσμένου, δώσω ὑμῖν φησὶν τοὺς εἰς Ῥόδον τόκους· πλείους δʼ οὐκ ἂν δοίην, αὐτὸς ἑαυτῷ νομοθετῶν καὶ οὐχὶ τοῖς ἐκ τῆς συγγραφῆς δικαίοις πειθόμενος.

ὡς δʼ ἡμεῖς οὐκ ἂν ἔφαμεν συγχωρῆσαι οὐδὲν τούτων, λογιζόμενοι ὅτι, ὁπότε τοῦτο πράξομεν, ὁμολογοῦμεν καὶ αὐτοὶ εἰς Ῥόδον σεσιτηγηκέναι, ἔτι μᾶλλον ἐπέτεινεν οὗτος καὶ μάρτυρας πολλοὺς παραλαβὼν προσῄει, φάσκων ἕτοιμος εἶναι ἀποδιδόναι τὸ δάνειον καὶ τοὺς τόκους τοὺς εἰς Ῥόδον, οὐδὲν μᾶλλον, ὦ ἄνδρες δικασταί, ἀποδοῦναι διανοούμενος, ἀλλʼ ἡμᾶς ὑπολαμβάνων οὐκ ἂν ἐθελῆσαι λαβεῖν τὸ ἀργύριον διὰ τὰς ὑπούσας αἰτίας. ἐδήλωσε δὲ αὐτὸ τὸ ἔργον.

ἐπειδὴ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν ὑμετέρων πολιτῶν τινὲς παραγενόμενοι ἀπὸ ταὐτομάτου συνεβούλευον ἡμῖν τὸ μὲν διδόμενον λαμβάνειν, περὶ δὲ τῶν ἀντιλεγομένων κρίνεσθαι, τοὺς δὲ εἰς Ῥόδον τόκους μὴ καθομολογεῖν τέως ἂν κριθῶμεν, ἡμεῖς μὲν ταῦτα συνεχωροῦμεν, οὐκ ἀγνοοῦντες, ὦ ἄνδρες δικασταί, τὸ ἐκ τῆς συγγραφῆς δίκαιον, ἀλλʼ ἡγούμενοι δεῖν ἐλαττοῦσθαί τι καὶ συγχωρεῖν ὥστε μὴ δοκεῖν φιλόδικοι εἶναι, οὗτος δʼ ὡς ἑώρα ἡμᾶς ὁμόσε πορευομένους, ἀναιρεῖσθε φησὶ τοίνυν τὴν συγγραφήν.

ἡμεῖς ἀναιρώμεθα; οὐδέν γε μᾶλλον ἢ ὁτιοῦν· ἀλλὰ κατὰ μὲν τἀργύριον ὃ ἂν ἀποδῷς, ὁμολογήσομεν ἐναντίον τοῦ τραπεζίτου ἄκυρον ποιεῖν τὴν συγγραφήν, τὸ μέντοι σύνολον οὐκ ἂν ἀνελοίμεθα, ἕως ἂν περὶ τῶν ἀντιλεγομένων κριθῶμεν. τί γὰρ ἔχοντες δίκαιον ἢ τί τὸ ἰσχυρὸν ἀντιδικήσομεν, ἐάν τε πρὸς διαιτητὴν ἐάν τε εἰς δικαστήριον δέῃ βαδίζειν, ἀνελόμενοι τὴν συγγραφήν, ἐν ᾗ τὴν ὑπὲρ τῶν δικαίων βοήθειαν ἔχομεν;

ταῦτα δὲ ἡμῶν λεγόντων, ὦ ἄνδρες δικασταί, καὶ ἀξιούντων Διονυσόδωρον τουτονὶ τὴν μὲν συγγραφὴν μὴ κινεῖν μηδὲ ἄκυρον ποιεῖν τὴν ὁμολογουμένην καὶ ὑπʼ αὐτῶν τούτων κυρίαν εἶναι, τῶν δὲ χρημάτων ὅσα μὲν αὐτὸς ὁμολογεῖ, ἀποδοῦναι ἡμῖν, περὶ δὲ τῶν ἀντιλεγομένων ὡς ἑτοίμων ὄντων κριθῆναι, εἴτε βούλοιντο ἐφʼ ἑνὸς εἴτε κἀν πλείοσι τῶν ἐκ τοῦ ἐμπορίου, οὐκ ἔφη προσέχειν Διονυσόδωρος τούτων οὐδενί, ἀλλʼ ὅτι τὴν συγγραφὴν ὅλως οὐκ ἀνῃρούμεθα ἀπολαμβάνοντες ἃ οὗτος ἐπέταττεν, ἔχει δεύτερον ἔτος τὰ ἡμέτερα καὶ χρῆται τοῖς χρήμασιν·

καὶ ὃ πάντων ἐστὶ δεινότατον, ὦ ἄνδρες δικασταί, ὅτι αὐτὸς μὲν οὗτος παρʼ ἑτέρων εἰσπράττει ναυτικοὺς τόκους ἀπὸ τῶν ἡμετέρων χρημάτων, οὐκ Ἀθήνησι δανείσας οὐδʼ εἰς Ἀθήνας, ἀλλʼ εἰς Ῥόδον καὶ Αἴγυπτον, ἡμῖν δὲ τοῖς δανείσασιν εἰς τὸ ὑμέτερον ἐμπόριον οὐκ οἴεται δεῖν τῶν δικαίων οὐδὲν ποιεῖν. ὅτι δʼ ἀληθῆ λέγω, ἀναγνώσεται ὑμῖν τὴν πρόκλησιν ἣν ὑπὲρ τούτων προὐκαλεσάμεθʼ αὐτόν.

ΠΡΟΚΛΗΣΙΣ.

ταῦτα τοίνυν, ὦ ἄνδρες δικασταί, προκαλεσαμένων ἡμῶν Διονυσόδωρον τουτονὶ πολλάκις, καὶ ἐπὶ πολλὰς ἡμέρας ἐκτιθέντων τὴν πρόκλησιν, εὐήθεις ἔφη παντελῶς ἡμᾶς εἶναι, εἰ ὑπολαμβάνομεν αὐτὸν οὕτως ἀλογίστως ἔχειν ὥστʼ ἐπὶ διαιτητὴν βαδίζειν, προδήλου ὄντος ὅτι καταγνώσεται αὐτοῦ ἀποτεῖσαι τὰ χρήματα, ἐξὸν αὐτῷ ἐπὶ τὸ δικαστήριον ἥκειν φέροντα τὸ ἀργύριον, εἶτʼ ἐὰν μὲν δύνηται ὑμᾶς παρακρούσασθαι, ἀπιέναι τἀλλότρια ἔχοντα, εἰ δὲ μή, τηνικαῦτα καταθεῖναι τὰ χρήματα, ὡς ἂν ἄνθρωπος οὐ τῷ δικαίῳ πιστεύων, ἀλλὰ διάπειραν ὑμῶν λαμβάνειν βουλόμενος.

τὰ μὲν τοίνυν πεπραγμένα Διονυσοδώρῳ ἀκηκόατε, ὦ ἄνδρες δικασταί· οἴομαι δʼ ὑμᾶς θαυμάζειν ἀκούοντας πάλαι τὴν τόλμαν αὐτοῦ, καὶ τῷ ποτε πιστεύων εἰσελήλυθεν δευρί. πῶς γὰρ οὐ τολμηρόν, εἴ τις ἄνθρωπος δανεισάμενος χρήματα ἐκ τοῦ ἐμπορίου τοῦ Ἀθηναίων,

καὶ συγγραφὴν διαρρήδην γραψάμενος ἐφʼ ᾧ τε καταπλεῖν τὴν ναῦν εἰς τὸ ὑμέτερον ἐμπόριον, εἰ δὲ μή, ἀποτίνειν διπλάσια τὰ χρήματα, μήτε τὴν ναῦν κατακεκόμικεν εἰς τὸν Πειραιᾶ μήτε τὰ χρήματα ἀποδίδωσι τοῖς δανείσασιν, τόν τε σῖτον ἐξελόμενος ἐν Ῥόδῳ ἀπέδοτο, καὶ ταῦτα διαπεπραγμένος μηδὲν ἧττον τολμᾷ βλέπειν εἰς τὰ ὑμέτερα πρόσωπα;