Against Callicles

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

καὶ νὴ Διʼ ἐπιδεῖξαί γέ σʼ ἔδει πᾶσιν ἀνθρώποις χαράδραν οὖσαν, ἵνα μὴ λόγῳ μόνον, ὥσπερ νῦν, ἀλλʼ ἔργῳ τὸν πατέρʼ ἀδικοῦντʼ ἀπέφαινες. τούτων τοίνυν οὐδὲν πώποτʼ οὐδεὶς ποιεῖν ἠξίωσεν. οὐ γὰρ ἂν οὔτʼ ἐρήμην, ὥσπερ ἐμοῦ νῦν, κατεδιῃτήσασθε, οὔτε πλέον ἂν ἦν ὑμῖν συκοφαντοῦσιν οὐδέν,

ἀλλʼ εἰ ἠνέγκατε τότε μάρτυρα καὶ ἐπεμαρτύρασθε, νῦν ἀπέφαινεν ἂν ἐκεῖνος εἰδὼς ἀκριβῶς ὅπως εἶχεν ἕκαστα τούτων, καὶ τοὺς ῥᾳδίως τούτους μαρτυροῦντας ἐξήλεγχεν. ἀνθρώπου δʼ οἶμαι τηλικούτου καὶ ἀπείρου τῶν πραγμάτων ἅπαντες καταπεφρονήκατέ μου. ἀλλʼ ἐγὼ πρὸς ἅπαντας τούτους, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς αὐτῶν πράξεις ἰσχυροτάτας μαρτυρίας παρέχομαι. διὰ τί γὰρ οὐδεὶς οὔτʼ ἐπεμαρτύρατʼ οὔτʼ ἐνεκάλεσεν, ἀλλʼ οὐδʼ ἐμέμψατο πώποτε, ἀλλʼ ἐξήρκει ταῦτʼ αὐτοῖς ἠδικημένοις περιορᾶν;

ἐγὼ τοίνυν ἱκανὰ μὲν ἡγοῦμαι καὶ ταῦτʼ εἶναι πρὸς τὴν τούτων ἀναίδειαν· ἵνα δʼ εἰδῆτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ περὶ τῶν ἄλλων, ὡς οὔθʼ ὁ πατὴρ οὐδὲν ἠδίκει περιοικοδομῶν τὸ χωρίον οὗτοί τε κατεψευσμένοι πάντʼ εἰσὶν ἡμῶν, ἔτι σαφέστερον ὑμᾶς πειράσομαι διδάσκειν. τὸ μὲν γὰρ χωρίον ὁμολογεῖται καὶ παρʼ αὐτῶν τούτων ἡμέτερον ἴδιον εἶναι·

τούτου δʼ ὑπάρχοντος, ὦ ἄνδρες Ἀθηναῖοι, μάλιστα μὲν ᾔδειτʼ ἂν ἰδόντες τὸ χωρίον ὅτι συκοφαντοῦμαι. διὸ καὶ τοῖς εἰδόσιν ἐπιτρέπειν ἐβουλόμην ἐγώ, τοῖς ἴσοις. ἀλλʼ οὐχ οὗτοι, καθάπερ νυνὶ λέγειν ἐπιχειροῦσιν· δῆλον δʼ ὑμῖν καὶ τοῦτʼ αὐτίκʼ ἔσται πᾶσιν. ἀλλὰ προσέχετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς Διὸς καὶ θεῶν τὸν νοῦν.

τοῦ γὰρ χωρίου τοῦ τʼ ἐμοῦ καὶ τοῦ τούτων τὸ μέσον ὁδός ἐστιν, ὄρους δὲ περιέχοντος κύκλῳ τοῖς χωρίοις τὸ καταρρέον ὕδωρ τῇ μὲν εἰς τὴν ὁδόν, τῇ δʼ εἰς τὰ χωρία συμβαίνει φέρεσθαι. καὶ δὴ καὶ τούτου τὸ εἰσπῖπτον εἰς τὴν ὁδόν, ᾗ μὲν ἂν εὐοδῇ, φέρεται κάτω κατὰ τὴν ὁδόν, ᾗ δʼ ἂν ἐνστῇ τι, τηνικαῦτα τοῦτʼ εἰς τὰ χωρίʼ ὑπεραίρειν ἀναγκαῖον ἤδη.