Against Callicles

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

ὁπότε δὲ μήτʼ ἐξ ἀρχῆς ὁ πατὴρ ἠδίκει τὸ χωρίον περιοικοδομῶν, μήθʼ οὗτοι πώποτʼ ἐνεκάλεσαν τοσούτου χρόνου διελθόντος, οἵ τʼ ἄλλοι πολλὰ καὶ δεινὰ πεπονθότες μηδὲν μᾶλλον ἐγκαλοῦσιν ἐμοί, πάντες θʼ ὑμεῖς τὸ ἐκ τῶν οἰκιῶν καὶ τὸ ἐκ τῶν χωρίων ὕδωρ εἰς τὴν ὁδὸν ἐξάγειν εἰώθατε, ἀλλʼ οὐ μὰ Δίʼ εἴσω τὸ ἐκ τῆς ὁδοῦ δέχεσθαι, τί δεῖ πλείω λέγειν; οὐδὲ γὰρ ἐκ τούτων ἄδηλον ὅτι φανερῶς συκοφαντοῦμαι, οὔτʼ ἀδικῶν οὐδὲν οὔτε βεβλαμμένων ἅ φασιν.

ἵνα δʼ εἰδῆθʼ ὅτι καὶ τὸν χλῆδον εἰς τὴν ὁδὸν ἐκβεβλήκασιν, καὶ τὴν αἱμασιὰν προαγαγόντες στενοτέραν τὴν ὁδὸν πεποιήκασιν, ἔτι δʼ ὡς ὅρκον ἐδίδουν ἐγὼ τῇ τούτων μητρί, καὶ τὴν ἐμαυτοῦ τὸν αὐτὸν ὀμόσαι προὐκαλούμην, λαβέ μοι τάς τε μαρτυρίας καὶ τὴν πρόκλησιν.

ΜΑΡΤΥΡΙΑΙ. ΠΡΟΚΛΗΣΙΣ.

εἶτα τούτων ἀναισχυντότεροι γένοιντʼ ἂν ἄνθρωποι ἢ περιφανέστερον συκοφαντοῦντες, οἵτινες αὐτοὶ τὴν αἱμασιὰν προαγαγόντες καὶ τὴν ὁδὸν ἀνακεχωκότες ἑτέροις βλάβης δικάζονται, καὶ ταῦτα χιλίων δραχμῶν ἀτίμητον, οἵ γʼ οὐδὲ πεντήκοντα δραχμῶν τὸ παράπαν ἅπαντʼ ἀπολωλέκασιν; καίτοι σκοπεῖτʼ, ὦ ἄνδρες δικασταί, πόσους ὑπὸ τῶν ὑδάτων ἐν τοῖς ἀγροῖς βεβλάφθαι συμβέβηκεν, τὰ μὲν Ἐλευσῖνι, τὰ δʼ ἐν τοῖς ἄλλοις τόποις. ἀλλʼ οὐ δήπου τούτων, ὦ γῆ καὶ θεοί, παρὰ τῶν γειτόνων ἕκαστος ἀξιώσει τὰς βλάβας κομίζεσθαι.

καὶ ἐγὼ μέν, ὃν προσῆκεν ἀγανακτεῖν τῆς ὁδοῦ στενοτέρας καὶ μετεωροτέρας γεγενημένης, ἡσυχίαν ἔχω· τούτοις δὲ τοσοῦτον περίεστιν ὡς ἔοικεν, ὥστε τοὺς ἠδικημένους πρὸς συκοφαντοῦσιν. καίτοι, ὦ Καλλίκλεις, εἰ καὶ ὑμῖν περιοικοδομεῖν ἔξεστιν τὸ ὑμέτερον αὐτῶν χωρίον, καὶ ἡμῖν δήπου τὸ ἡμέτερον ἐξῆν. εἰ δʼ ὁ πατὴρ ὁ ἐμὸς ἠδίκει περιοικοδομῶν ὑμᾶς, καὶ νῦν ὑμεῖς ἔμʼ ἀδικεῖτε περιοικοδομοῦντες οὕτως·

δῆλον γὰρ ὅτι μεγάλοις λίθοις ἀποικοδομηθέντος πάλιν τὸ ὕδωρ εἰς τὸ ἐμὸν ἥξει χωρίον, εἶθʼ ὅταν τύχῃ καταβαλεῖ τὴν αἱμασιὰν ἀπροσδοκήτως. ἀλλʼ οὐδὲν μᾶλλον ἐγκαλῶ τούτοις ἐγὼ διὰ τοῦτο, ἀλλὰ στέργω τὴν τύχην καὶ τἀμαυτοῦ φυλάττειν πειράσομαι. καὶ γὰρ τοῦτον φράττοντα μὲν τὰ ἑαυτοῦ σωφρονεῖν ἡγοῦμαι, δικαζόμενον δέ μοι πονηρότατόν τʼ εἶναι καὶ διεφθαρμένον ὑπὸ νόσου νομίζω.