Against Callicles

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

οὐκ ἦν ἄρʼ, ὦ ἄνδρες Ἀθηναῖοι, χαλεπώτερον οὐδὲν ἢ γείτονος πονηροῦ καὶ πλεονέκτου τυχεῖν, ὅπερ ἐμοὶ νυνὶ συμβέβηκεν. ἐπιθυμήσας γὰρ τῶν χωρίων μου Καλλικλῆς οὕτω διατέθηκέν με συκοφαντῶν, ὥστε πρῶτον μὲν τὸν ἀνεψιὸν τὸν ἑαυτοῦ κατεσκεύασεν ἀμφισβητεῖν μοι τῶν χωρίων,

ἐξελεγχθεὶς δὲ φανερῶς καὶ περιγενομένου μου τῆς τούτων σκευωρίας πάλιν δύο δίκας ἐρήμους μου κατεδιῃτήσατο, τὴν μὲν αὐτὸς χιλίων δραχμῶν, τὴν δὲ τὸν ἀδελφὸν τουτονὶ πείσας Καλλικράτην. δέομαι δὴ πάντων ὑμῶν ἀκοῦσαί μου καὶ προσέχειν τὸν νοῦν, οὐχ ὡς αὐτὸς δυνησόμενος εἰπεῖν, ἀλλʼ ἵνʼ ὑμεῖς ἐξ αὐτῶν τῶν πραγμάτων καταμάθητε, ὅτι φανερῶς συκοφαντοῦμαι.

ἓν μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς ἅπαντας τοὺς τούτων λόγους ὑπάρχει μοι δίκαιον. τὸ γὰρ χωρίον τοῦτο περιῳκοδόμησεν ὁ πατὴρ μικροῦ δεῖν πρὶν ἐμὲ γενέσθαι, ζῶντος μὲν ἔτι Καλλιππίδου τοῦ τούτων πατρὸς καὶ γειτνιῶντος, ὃς ἀκριβέστερον ᾔδει δήπου τούτων, ὄντος δὲ Καλλικλέους ἀνδρὸς ἤδη καὶ ἐπιδημοῦντος Ἀθήνησιν.

ἐν δὲ τούτοις τοῖς ἔτεσιν ἅπασιν οὔτʼ ἐγκαλῶν οὐδεὶς πώποτʼ ἦλθεν οὔτε μεμφόμενος (καίτοι δῆλον ὅτι καὶ τόθʼ ὕδατα πολλάκις ἐγένετο), οὐδʼ ἐκώλυσεν ἐξ ἀρχῆς, εἴπερ ἠδίκει τινὰ περιοικοδομῶν ὁ πατὴρ τὸ ἡμέτερον χωρίον, ἀλλʼ οὐδʼ ἀπηγόρευσεν οὐδὲ διεμαρτύρατο, πλέον μὲν ἢ πεντεκαίδεκʼ ἔτη τοῦ πατρὸς ἐπιβιόντος, οὐκ ἐλάττω δὲ τοῦ τούτων πατρὸς Καλλιππίδου.

καίτοι, ὦ Καλλίκλεις, ἐξῆν δήπου τόθʼ ὑμῖν, ὁρῶσιν ἀποικοδομουμένην τὴν χαράδραν, ἐλθοῦσιν εὐθὺς ἀγανακτεῖν καὶ λέγειν πρὸς τὸν πατέρα Τεισία, τί ταῦτα ποιεῖς; ἀποικοδομεῖς τὴν χαράδραν; εἶτʼ ἐμπεσεῖται τὸ ὕδωρ εἰς τὸ χωρίον τὸ ἡμέτερον, ἵνʼ εἰ μὲν ἐβούλετο παύσασθαι, μηδὲν ἡμῖν ἦν δυσχερὲς πρὸς ἀλλήλους, εἰ δʼ ὠλιγώρησεν καὶ συνέβη τι τοιοῦτον, μάρτυσιν εἶχες τοῖς τότε παραγενομένοις χρῆσθαι.

καὶ νὴ Διʼ ἐπιδεῖξαί γέ σʼ ἔδει πᾶσιν ἀνθρώποις χαράδραν οὖσαν, ἵνα μὴ λόγῳ μόνον, ὥσπερ νῦν, ἀλλʼ ἔργῳ τὸν πατέρʼ ἀδικοῦντʼ ἀπέφαινες. τούτων τοίνυν οὐδὲν πώποτʼ οὐδεὶς ποιεῖν ἠξίωσεν. οὐ γὰρ ἂν οὔτʼ ἐρήμην, ὥσπερ ἐμοῦ νῦν, κατεδιῃτήσασθε, οὔτε πλέον ἂν ἦν ὑμῖν συκοφαντοῦσιν οὐδέν,

ἀλλʼ εἰ ἠνέγκατε τότε μάρτυρα καὶ ἐπεμαρτύρασθε, νῦν ἀπέφαινεν ἂν ἐκεῖνος εἰδὼς ἀκριβῶς ὅπως εἶχεν ἕκαστα τούτων, καὶ τοὺς ῥᾳδίως τούτους μαρτυροῦντας ἐξήλεγχεν. ἀνθρώπου δʼ οἶμαι τηλικούτου καὶ ἀπείρου τῶν πραγμάτων ἅπαντες καταπεφρονήκατέ μου. ἀλλʼ ἐγὼ πρὸς ἅπαντας τούτους, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς αὐτῶν πράξεις ἰσχυροτάτας μαρτυρίας παρέχομαι. διὰ τί γὰρ οὐδεὶς οὔτʼ ἐπεμαρτύρατʼ οὔτʼ ἐνεκάλεσεν, ἀλλʼ οὐδʼ ἐμέμψατο πώποτε, ἀλλʼ ἐξήρκει ταῦτʼ αὐτοῖς ἠδικημένοις περιορᾶν;

ἐγὼ τοίνυν ἱκανὰ μὲν ἡγοῦμαι καὶ ταῦτʼ εἶναι πρὸς τὴν τούτων ἀναίδειαν· ἵνα δʼ εἰδῆτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ περὶ τῶν ἄλλων, ὡς οὔθʼ ὁ πατὴρ οὐδὲν ἠδίκει περιοικοδομῶν τὸ χωρίον οὗτοί τε κατεψευσμένοι πάντʼ εἰσὶν ἡμῶν, ἔτι σαφέστερον ὑμᾶς πειράσομαι διδάσκειν. τὸ μὲν γὰρ χωρίον ὁμολογεῖται καὶ παρʼ αὐτῶν τούτων ἡμέτερον ἴδιον εἶναι·

τούτου δʼ ὑπάρχοντος, ὦ ἄνδρες Ἀθηναῖοι, μάλιστα μὲν ᾔδειτʼ ἂν ἰδόντες τὸ χωρίον ὅτι συκοφαντοῦμαι. διὸ καὶ τοῖς εἰδόσιν ἐπιτρέπειν ἐβουλόμην ἐγώ, τοῖς ἴσοις. ἀλλʼ οὐχ οὗτοι, καθάπερ νυνὶ λέγειν ἐπιχειροῦσιν· δῆλον δʼ ὑμῖν καὶ τοῦτʼ αὐτίκʼ ἔσται πᾶσιν. ἀλλὰ προσέχετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς Διὸς καὶ θεῶν τὸν νοῦν.

τοῦ γὰρ χωρίου τοῦ τʼ ἐμοῦ καὶ τοῦ τούτων τὸ μέσον ὁδός ἐστιν, ὄρους δὲ περιέχοντος κύκλῳ τοῖς χωρίοις τὸ καταρρέον ὕδωρ τῇ μὲν εἰς τὴν ὁδόν, τῇ δʼ εἰς τὰ χωρία συμβαίνει φέρεσθαι. καὶ δὴ καὶ τούτου τὸ εἰσπῖπτον εἰς τὴν ὁδόν, ᾗ μὲν ἂν εὐοδῇ, φέρεται κάτω κατὰ τὴν ὁδόν, ᾗ δʼ ἂν ἐνστῇ τι, τηνικαῦτα τοῦτʼ εἰς τὰ χωρίʼ ὑπεραίρειν ἀναγκαῖον ἤδη.

καὶ δὴ κατὰ τοῦτο τὸ χωρίον, ὦ ἄνδρες δικασταί, γενομένης ἐπομβρίας συνέβη τὸ ὕδωρ ἐμβαλεῖν· ἀμεληθὲν δʼ οὔπω τοῦ πατρὸς ἔχοντος αὐτό, ἀλλʼ ἀνθρώπου δυσχεραίνοντος ὅλως τοῖς τόποις καὶ μᾶλλον ἀστικοῦ, δὶς καὶ τρὶς ἐμβαλὸν τὸ ὕδωρ τά τε χωρίʼ ἐλυμήνατο καὶ μᾶλλον ὡδοποίει. διὸ δὴ ταῦθʼ ὁ πατὴρ ὁρῶν, ὡς ἐγὼ τῶν εἰδότων ἀκούω, καὶ τῶν γειτόνων ἐπινεμόντων ἅμα καὶ βαδιζόντων διὰ τοῦ χωρίου, τὴν αἱμασιὰν περιῳκοδόμησεν ταύτην.

καὶ ὡς ταῦτʼ ἀληθῆ λέγω, παρέξομαι μὲν καὶ μάρτυρας ὑμῖν τοὺς εἰδότας, πολὺ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν μαρτύρων ἰσχυρότερα τεκμήρια. Καλλικλῆς μὲν γάρ φησιν τὴν χαράδραν ἀποικοδομήσαντα βλάπτειν ἔμʼ αὑτόν· ἐγὼ δʼ ἀποδείξω χωρίον ὂν τοῦτο, ἀλλʼ οὐ χαράδραν.

εἰ μὲν οὖν μὴ συνεχωρεῖθʼ ἡμέτερον ἴδιον εἶναι, τάχʼ ἂν τοῦτʼ ἠδικοῦμεν, εἴ τι τῶν δημοσίων ᾠκοδομοῦμεν· νυνὶ δʼ οὔτε τοῦτʼ ἀμφισβητοῦσιν, ἔστιν τʼ ἐν τῷ χωρίῳ δένδρα πεφυτευμένα, ἄμπελοι καὶ συκαῖ. καίτοι τίς ἂν ἐν χαράδρᾳ ταῦτα φυτεύειν ἀξιώσειεν; οὐδείς γε. τίς δὲ πάλιν τοὺς αὑτοῦ προγόνους θάπτειν;

οὐδὲ τοῦτʼ οἶμαι. ταῦτα τοίνυν ἀμφότερʼ, ὦ ἄνδρες δικασταί, συμβέβηκεν· καὶ γὰρ τὰ δένδρα πεφύτευται πρότερον ἢ τὸν πατέρα περιοικοδομῆσαι τὴν αἱμασιάν, καὶ τὰ μνήματα παλαιὰ καὶ πρὶν ἡμᾶς κτήσασθαι τὸ χωρίον γεγενημένʼ ἐστίν. καίτοι τούτων ὑπαρχόντων τίς ἂν ἔτι λόγος ἰσχυρότερος, ὦ ἄνδρες Ἀθηναῖοι, γένοιτο; τὰ γὰρ ἔργα φανερῶς ἐξελέγχει. καί μοι λαβὲ πάσας νυνὶ τὰς μαρτυρίας, καὶ λέγε.

ΜΑΡΤΥΡΙΑΙ.

ἀκούετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν μαρτυριῶν. ἆρʼ ὑμῖν δοκοῦσι διαρρήδην μαρτυρεῖν, καὶ χωρίον εἶναι δένδρων μεστὸν καὶ μνήματʼ ἔχειν τινὰ καὶ τἄλλʼ ἅπερ καὶ τοῖς ἄλλοις χωρίοις συμβέβηκεν, καὶ πάλιν ὅτι περιῳκοδομήθη τὸ χωρίον ζῶντος μὲν ἔτι τοῦ τούτων πατρός, οὐκ ἀμφισβητούντων δʼ οὔτε τούτων οὔτʼ ἄλλου τῶν γειτόνων οὐδενός;

ἄξιον δʼ, ὦ ἄνδρες δικασταί, καὶ περὶ τῶν ἄλλων ὧν εἴρηκε Καλλικλῆς ἀκοῦσαι. καὶ σκέψασθε πρῶτον μέν, εἴ τις ὑμῶν ἑόρακεν ἢ ἀκήκοεν πώποτε παρʼ ὁδὸν χαράδραν οὖσαν. οἶμαι γὰρ ἐν πάσῃ τῇ χώρᾳ μηδεμίαν εἶναι· τοῦ γὰρ ἕνεκʼ ἄν, ὃ διὰ τῆς ὁδοῦ τῆς δημοσίας ἔμελλεν βαδιεῖσθαι φερόμενον, τούτῳ διὰ τῶν ἰδίων χωρίων χαράδραν ἐποίησέν τις;

ἔπειτα τίς ἂν ὑμῶν εἴτʼ ἐν ἀγρῷ νὴ Δίʼ εἴτʼ ἐν ἄστει τὸ διὰ τῆς ὁδοῦ ῥέον ὕδωρ εἰς τὸ χωρίον ἢ τὴν οἰκίαν δέξαιτʼ ἂν αὑτοῦ; ἀλλʼ οὐκ αὐτὸ τοὐναντίον, κἂν βιάσηταί ποτε, ἀποφράττειν ἅπαντες καὶ παροικοδομεῖν εἰώθαμεν; οὗτος τοίνυν ἀξιοῖ μʼ ἐκ τῆς ὁδοῦ τὸ ὕδωρ εἰσδεξάμενον εἰς τὸ ἐμαυτοῦ χωρίον, ὅταν τὸ τούτου παραλλάξῃ χωρίον, πάλιν εἰς τὴν ὁδὸν ἐξαγαγεῖν. οὐκοῦν πάλιν ὁ μετὰ τοῦτόν μοι γεωργῶν τῶν γειτόνων ἐγκαλεῖ· τὸ γὰρ ὑπὲρ τούτου δίκαιον δῆλον ὅτι κἀκείνοις ὑπάρξει πᾶσι λέγειν.

ἀλλὰ μὴν εἴ γʼ εἰς τὴν ὁδὸν ὀκνήσω τὸ ὕδωρ ἐξάγειν, ἦ που σφόδρα θαρρῶν εἰς τὸ τοῦ πλησίον χωρίον ἀφιείην ἄν. ὅπου γὰρ δίκας ἀτιμήτους φεύγω διότι τὸ ἐκ τῆς ὁδοῦ ῥέον ὕδωρ εἰς τὸ τούτου χωρίον διέπεσεν, τί πείσομαι πρὸς Διὸς ὑπὸ τῶν ἐκ τοῦ χωρίου τοὐμοῦ τοῦ ὕδατος εἰσπεσόντος βλαπτομένων; ὅπου δὲ μήτʼ εἰς τὴν ὁδὸν μήτʼ εἰς τὰ χωρίʼ ἀφιέναι μοι τὸ ὕδωρ ἐξέσται δεξαμένῳ, τί λοιπόν, ὦ ἄνδρες δικασταί, πρὸς θεῶν; οὐ γὰρ ἐκπιεῖν γε δήπου με Καλλικλῆς αὐτὸ προσαναγκάσει.

ταῦτα τοίνυν ἐγὼ πάσχων ὑπὸ τούτων καὶ πόλλʼ ἕτερα καὶ δεινά, μὴ ὅτι δίκην λαβών, ἀλλὰ μὴ προσοφλὼν ἀγαπήσαιμʼ ἄν. εἰ μὲν γὰρ ἦν, ὦ ἄνδρες δικασταί, χαράδρα πάλιν ὑποδεχομένη, τάχʼ ἂν ἠδίκουν ἐγὼ μὴ δεχόμενος, ὥσπερ ἀνʼ ἕτερʼ ἄττα τῶν χωρίων εἰσὶν ὁμολογούμεναι χαράδραι· καὶ ταύταις δέχονται μὲν οἱ πρῶτοι, καθάπερ τοὺς ἐκ τῶν οἰκιῶν χειμάρρους, παρὰ τούτων δʼ ἕτεροι παραλαμβάνουσιν ὡσαύτως· ταύτῃ δʼ οὔτε παραδίδωσιν οὐδεὶς οὔτε παρʼ ἐμοῦ παραλαμβάνει.

πῶς ἂν οὖν εἴη τοῦτο χαράδρα; τὸ δʼ εἰσπεσὸν ὕδωρ ἔβλαψεν οἶμαι πολλάκις ἤδη πολλοὺς μὴ φυλαξαμένους, ἔβλαψε δὲ καὶ νῦν τουτονί. ὃ καὶ πάντων ἐστὶν δεινότατον, εἰ Καλλικλῆς μὲν εἰς τὸ χωρίον εἰσπεσόντος τοῦ ὕδατος ἁμαξιαίους λίθους προσκομίσας ἀποικοδομεῖ, τοῦ δὲ πατρός, ὅτι τοῦτο παθόντος τοῦ χωρίου περιῳκοδόμησεν, ὡς ἀδικοῦντος ἐμοὶ βλάβης εἴληχε δίκην. καίτοι εἰ ὅσοι κακῶς πεπόνθασιν ὑπὸ τῶν ὑδάτων τῶν ταύτῃ ῥεόντων ἐμοὶ λήξονται δίκας, οὐδὲ πολλαπλάσια γενόμενα τὰ ὄντʼ ἐξαρκέσειεν ἄν μοι.