Against Conon
Demosthenes
Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
ὅλως δʼ, ὦ ἄνδρες δικασταί, δίκαιον μὲν οὐδενὶ δήπου σκῆψιν οὐδεμίαν τοιαύτην οὐδʼ ἄδειαν ὑπάρχειν παρʼ ὑμῖν, διʼ ἣν ὑβρίζειν ἐξέσται· εἰ δʼ ἄρʼ ἐστίν τῳ, τοῖς διʼ ἡλικίαν τούτων τι πράττουσιν, τούτοις ἀποκεῖσθαι προσήκει τὰς τοιαύτας καταφυγάς, κἀκείνοις οὐκ εἰς τὸ μὴ δοῦναι δίκην, ἀλλʼ εἰς τὸ τῆς προσηκούσης ἐλάττω.
ὅστις δʼ ἐτῶν μέν ἐστιν πλειόνων ἢ πεντήκοντα, παρὼν δὲ νεωτέροις ἀνθρώποις καὶ τούτοις υἱέσιν, οὐχ ὅπως ἀπέτρεψεν ἢ διεκώλυσεν, ἀλλʼ αὐτὸς ἡγεμὼν καὶ πρῶτος καὶ πάντων βδελυρώτατος γεγένηται, τίνʼ ἂν οὗτος ἀξίαν τῶν πεπραγμένων ὑπόσχοι δίκην; ἐγὼ μὲν γὰρ οὐδʼ ἀποθανόντʼ οἴομαι. καὶ γὰρ εἰ μηδὲν αὐτὸς εἴργαστο τῶν πεπραγμένων, ἀλλʼ εἰ παρεστηκότος τούτου Κτησίας ὁ υἱὸς ὁ τούτου ταὔθʼ ἅπερ νυνὶ πεποιηκὼς ἐφαίνετο, τοῦτον ἐμισεῖτʼ ἂν δικαίως.
εἰ γὰρ οὕτω τοὺς αὑτοῦ προῆκται παῖδας ὥστʼ ἐναντίον ἐξαμαρτάνοντας ἑαυτοῦ, καὶ ταῦτʼ ἐφʼ ὧν ἐνίοις θάνατος ἡ ζημία κεῖται, μήτε φοβεῖσθαι μήτʼ αἰσχύνεσθαι, τί τοῦτον οὐκ ἂν εἰκότως παθεῖν οἴεσθε; ἐγὼ μὲν γὰρ ἡγοῦμαι ταῦτʼ εἶναι σημεῖα τοῦ μηδὲ τοῦτον τὸν ἑαυτοῦ πατέρʼ αἰσχύνεσθαι· εἰ γὰρ ἐκεῖνον αὐτὸς ἐτίμα καὶ ἐδεδίει, κἂν τούτους αὑτὸν ἠξίου.
λαβὲ δή μοι καὶ τοὺς νόμους, τόν τε τῆς ὕβρεως καὶ τὸν περὶ τῶν λωποδυτῶν· καὶ γὰρ τούτοις ἀμφοτέροις ἐνόχους τούτους ὄψεσθε. λέγε.
ΝΟΜΟΙ.
τούτοις τοῖς νόμοις ἀμφοτέροις ἐκ τῶν πεπραγμένων ἔνοχος Κόνων ἐστὶν οὑτοσί· καὶ γὰρ ὕβριζεν καὶ ἐλωποδύτει. εἰ δὲ μὴ κατὰ τούτους προειλόμεθʼ ἡμεῖς δίκην λαμβάνειν, ἡμεῖς μὲν ἀπράγμονες καὶ μέτριοι φαινοίμεθʼ ἂν εἰκότως, οὗτος δʼ ὁμοίως πονηρός.