Against Conon

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

ὅτι μὲν τοίνυν οὐ μετρίας τινὰς καὶ φαύλας λαβὼν πληγάς, ἀλλʼ εἰς πᾶν ἐλθὼν διὰ τὴν ὕβριν καὶ τὴν ἀσέλγειαν τὴν τούτων πολὺ τῆς προσηκούσης ἐλάττω δίκην εἴληχα, πολλαχόθεν νομίζω δῆλον ὑμῖν γεγενῆσθαι. οἴομαι δʼ ὑμῶν ἐνίους θαυμάζειν, τί ποτʼ ἐστὶν ἃ πρὸς ταῦτα τολμήσει Κόνων λέγειν. βούλομαι δὴ προειπεῖν ὑμῖν ἁγὼ πέπυσμαι λέγειν αὐτὸν παρεσκευάσθαι, ἀπὸ τῆς ὕβρεως καὶ τῶν πεπραγμένων τὸ πρᾶγμʼ ἄγοντʼ εἰς γέλωτα καὶ σκώμματʼ ἐμβαλεῖν πειράσεσθαι,

καὶ ἐρεῖν ὡς εἰσὶν ἐν τῇ πόλει πολλοί, καλῶν κἀγαθῶν ἀνδρῶν υἱεῖς, οἳ παίζοντες οἷʼ ἄνθρωποι νέοι σφίσιν αὐτοῖς ἐπωνυμίας πεποίηνται, καὶ καλοῦσι τοὺς μὲν ἰθυφάλλους, τοὺς δʼ αὐτοληκύθους, ἐρῶσι δʼ ἐκ τούτων ἑταιρῶν τινές, καὶ δὴ καὶ τὸν υἱὸν τὸν ἑαυτοῦ εἶναι τούτων ἕνα, καὶ πολλάκις περὶ ἑταίρας καὶ εἰληφέναι καὶ δεδωκέναι πληγάς, καὶ ταῦτʼ εἶναι νέων ἀνθρώπων. ἡμᾶς δὲ πάντας τοὺς ἀδελφοὺς παροίνους μέν τινας καὶ ὑβριστὰς κατασκευάσει, ἀγνώμονας δὲ καὶ πικρούς.

ἐγὼ δʼ, ὦ ἄνδρες δικασταί, χαλεπῶς ἐφʼ οἷς πέπονθα ἐνηνοχώς, οὐχ ἧττον τοῦτʼ ἀγανακτήσαιμʼ ἂν καὶ ὑβρίσθαι νομίσαιμι, εἰ οἷόν τʼ εἰπεῖν, εἰ ταῦτʼ ἀληθῆ δόξει Κόνων οὑτοσὶ λέγειν περὶ ἡμῶν, καὶ τοσαύτη τις ἄγνοια παρʼ ὑμῖν ἐστιν, ὥσθʼ, ὁποῖος ἄν τις ἕκαστος εἶναι φῇ ἢ ὁ πλησίον αὐτὸν αἰτιάσηται, τοιοῦτος νομισθήσεται, τοῦ δὲ καθʼ ἡμέραν βίου καὶ τῶν ἐπιτηδευμάτων μηδʼ ὁτιοῦν ἔσται τοῖς μετρίοις ὄφελος.

ἡμεῖς γὰρ οὔτε παροινοῦντες οὔθʼ ὑβρίζοντες ὑπʼ οὐδενὸς ἀνθρώπων ἑωράμεθα, οὐδʼ ἄγνωμον οὐδὲν ἡγούμεθα ποιεῖν, εἰ περὶ ὧν ἠδικήμεθʼ ἀξιοῦμεν κατὰ τοὺς νόμους δίκην λαβεῖν. ἰθυφάλλοις δὲ καὶ αὐτοληκύθοις συγχωροῦμεν εἶναι τοῖς υἱέσι τοῖς τούτου, καὶ ἔγωγʼ εὔχομαι τοῖς θεοῖς εἰς Κόνωνα καὶ τοὺς υἱεῖς τοὺς τούτου καὶ ταῦτα καὶ τὰ τοιαῦθʼ ἅπαντα τρέπεσθαι.