Apollodorus Against Callippus
Demosthenes
Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
ἔτι τοίνυν καὶ τοδὶ σκέψασθε, ὦ ἄνδρες δικασταί, ὅτι Κάλλιππος μὲν ἦν πολίτης ὑμέτερος καὶ οὐκ ἀδύνατος οὐδέτερα ποιῆσαι, οὔτε κακῶς οὔτε εὖ, ὁ δὲ Κηφισιάδης καὶ μέτοικος καὶ οὐδὲν δυνάμενος, ὥστε μὴ προσθέσθαι ἂν παρὰ τὸ δίκαιον τῷ Κηφισιάδῃ μᾶλλον τὸν πατέρα ἢ τούτῳ τὰ δίκαια ποιῆσαι.
ἀλλὰ νὴ Δία, ἴσως ἂν εἴποι, κερδαίνων τι ἰδίᾳ ὁ πατὴρ ἀπὸ τοῦ ἀργυρίου ἐκείνῳ μᾶλλον προσετίθετο τὴν γνώμην ἢ τούτῳ. εἶτα πρῶτον μὲν τὸν δυνησόμενον διπλάσιον τοῦ λήμματος κακὸν ποιῆσαι ἠδίκει, ἔπειτα ἐνταῦθα μὲν αἰσχροκερδὴς ἦν, εἰς δὲ τὰς εἰσφορὰς καὶ λῃτουργίας καὶ δωρεὰς τῇ πόλει οὔ;
καὶ τῶν μὲν ξένων οὐδένα ἠδίκει, Κάλλιππον δέ; καὶ οὗτος, ὡς χρηστῷ μὲν αὐτῷ ὄντι καὶ οὐδὲν ἂν ψευσαμένῳ ὅρκον ἐδίδου, ὥς φησιν, ὡς περὶ πονηροῦ δὲ καὶ ἀπαλείφοντος ἀπὸ τῶν παρακαταθηκῶν νυνὶ διαλέγεται; κἀκεῖνος οὔτʼ ὀμόσαι ʼθέλων, ὡς οὗτός φησιν, οὔτʼ ἀποδιδοὺς οὐκ εὐθὺς ἂν ὠφλήκει; τῷ ταῦτα πιστά, ὦ ἄνδρες δικασταί;