On the Trierarchic Crown

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

τὰ σκεύη τοίνυν, ὅσα δεῖ παρέχειν τὴν πόλιν τοῖς τριηράρχοις, ἐγὼ μὲν ἐκ τῶν ἰδίων ἀνήλωσα καὶ τῶν δημοσίων ἔλαβον οὐδέν, οὗτοι δʼ ὑμετέροις κέχρηνται καὶ τῶν σφετέρων οὐδὲν εἰς ταῦτα προεῖνται. καὶ μὴν οὐδʼ ἂν ἐκεῖνό γʼ ἔχοιεν εἰπεῖν, ὡς ἀνεπειρῶντʼ ἐμοῦ πρότεροι· πρὶν γὰρ ἧφθαι μόνον τῆς τριήρους τούτους ἐπεπλήρωτό μοι, καὶ πάντες ἑωρᾶθʼ ὑμεῖς ἀναπειρωμένην τὴν ναῦν.

ἔτι τοίνυν ὑπηρεσίαν τὴν κρατίστην ἔλαβον, πολλῷ πλεῖστον ἀργύριον δούς. οὗτοι δʼ εἰ μὲν εἶχον χείρονʼ ἡμῶν, οὐδὲν ἂν ἦν δεινόν· νῦν δʼ οὐδʼ ὁποιαντινοῦν μεμίσθωνται, περὶ τοῦ πλείονος ἀντιλέγοντες. καίτοι πῶς εἰσιν δίκαιοι ταῦτα μὲν ὕστερον ἐξαναπληροῦν, νῦν δʼ ὡς πρῶτοι παρασκευασάμενοι τὸν στέφανον λαβεῖν;