Apollodorus Against Polycles

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

ἀναγνώσεται δὲ καὶ τὸν νόμον ὑμῖν καὶ τὰ ἀναλώματα τοῦ χρόνου οὗ ἐπετριηράρχησα ὑπὲρ τούτου, καθʼ ἕκαστον, καὶ τοὺς λιπόνεως, ὅσον ἕκαστος ἔχων ἀργύριον ἀπέδρα καὶ ὅπου, ἵνα εἰδῆτε ὅτι οὔτε νῦν πρὸς ὑμᾶς ψεῦδος οὐδὲν λέγω οὔτε ἐν τῷ πρόσθεν χρόνῳ, ἡγοῦμαί τε δεῖν τὸν μὲν ὑπὸ τῶν νόμων χρόνον ὡρισμένον ἀμέμπτως ὑμῖν λῃτουργεῖν, τοὺς δὲ καταφρονοῦντας καὶ ὑμῶν καὶ τῶν νόμων καὶ οὐκ ἐθέλοντας πείθεσθαι τοῖς νόμοις ἐξελέγξας ἀδικοῦντας ἐν ὑμῖν τιμωρήσασθαι.

εὖ δʼ ἴστε ὅτι οὐ περὶ τῶν ἐμῶν ἰδίων μᾶλλον τιμωρήσεσθε Πολυκλέα ἢ οὐχ ὑπὲρ ὑμῶν αὐτῶν, οὐδὲ περὶ τῶν παρεληλυθότων τριηράρχων ἐπιμέλειαν ποιήσεσθε μόνον, ἀλλὰ καὶ περὶ τῶν μελλόντων πρόνοιαν, ὥστε μήτε τοὺς λῃτουργοῦντας ἀθυμεῖν, μήτε τοὺς διαδόχους καταφρονεῖν τῶν νόμων, ἀλλʼ ἀπιέναι ἐπὶ τὰς ναῦς, ὅταν κατασταθῶσιν. ἃ προσήκει ὑμᾶς ἐνθυμηθέντας ὀρθῶς καὶ δικαίως διαγνῶναι περὶ ἁπάντων.

ἡδέως δʼ ἂν ὑμῶν πυθοίμην, ὦ ἄνδρες δικασταί, τίνʼ ἄν ποτε γνώμην περὶ ἐμοῦ εἴχετε, εἰ τοῦ τε χρόνου ἐξήκοντος καὶ τούτου μὴ ἥκοντος ἐπὶ τὴν ναῦν μὴ ἐπετριηράρχησα κελεύοντος τοῦ στρατηγοῦ, ἀλλὰ πλέων ᾠχόμην. ἆρʼ οὐκ ἂν ὠργίζεσθέ μοι καὶ ἡγεῖσθε ἂν ἀδικεῖν; εἰ τοίνυν ἂν ἐμοὶ τότε ὠργίζεσθε, ὅτι οὐκ ἐπετριηράρχησα, πῶς οὐχὶ νῦν προσήκει ὑμᾶς τοῦτον εἰσπρᾶξαί μοι τὰ ἀναλώματα, ἃ ἐγὼ ὑπὲρ τούτου ἀνήλωσα, τὸν οὐ διαδεξάμενον τὴν ναῦν.

ὅτι δʼ οὐκ ἐμοὶ μόνῳ οὐ διεδέξατο τὴν ναῦν, ἀλλὰ καὶ πρότερον Εὐριπίδῃ συντριήραρχος ὢν καὶ συνθηκῶν οὐσῶν αὐτοῖς τοὺς ἓξ μῆνας ἑκάτερον πλεῖν, ἐπειδὴ Εὐριπίδης ἐξέπλευσεν καὶ ὁ χρόνος ἐξῆκεν, οὐ διεδέξατο τὴν ναῦν αὐτῷ, ἀναγνώσεται τὴν μαρτυρίαν.

ΜΑΡΤΥΡΙΑ.