Apollodorus Against Polycles
Demosthenes
Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
ἐξ ὧν δὲ μάλιστά μοι ὀργισθεὶς ἐπηρέαζε καὶ οὐδὲ λόγον ἑκάστοτε ἐδίδου οὐδὲ περὶ ἑνός, βούλομαι ὑμῖν σαφῶς διηγήσασθαι, ἵνʼ εἰδῆτε ὅτι οὐ περὶ πλείονος ἐποιούμην οὔτε τὴν ἐμαυτοῦ ῥᾳστώνην ἐν ἐκείνῳ τῷ χρόνῳ οὔτε τὴν ἐκείνου ῥώμην τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῶν νόμων, ἀλλʼ ἠνειχόμην καὶ ἔργῳ ἀδικούμενος καὶ λόγῳ προπηλακιζόμενος, ἃ πολλῷ μοι βαρύτερα ἦν τῶν ἀναλωμάτων.
ὡς γὰρ ἐν Θάσῳ διατριβαὶ τοῦ ναυτικοῦ ἐγίγνοντο, ἀφικνεῖται ἐκ Μεθώνης τῆς Μακεδονίας ὑπηρετικὸν εἰς Θάσον ἄγον ἄνδρα καὶ ἐπιστολὰς παρὰ Καλλιστράτου ὡς Τιμόμαχον, ἐν αἷς ἦν, ὡς ὕστερον ἐγὼ ταῦτʼ ἐπυθόμην, ἀποπέμψαι αὐτῷ τριήρη τὴν ἄριστα πλέουσαν, ἵνʼ ἀφίκηται ὡς αὐτόν. εὐθὺς οὖν τῇ ὑστεραίᾳ ἅμα τῇ ἡμέρᾳ ὁ ὑπηρέτης ἐλθὼν ἐκέλευέ με καλεῖν εἰς τὴν ναῦν τοὺς ναύτας.
ἐπεὶ δὲ πλήρης ἦν, ἀναβαίνει Κάλλιππος ὁ Φίλωνος ὁ Αἰξωνεύς, καὶ φράζει πρὸς τὸν κυβερνήτην τὸν ἐπὶ Μακεδονίας πλοῦν πλεῖν. ἐπειδὴ δὲ ἀφικόμεθα εἰς χωρίον τι ἐν τῇ ἀπαντικρὺ ἠπείρῳ, Θασίων ἐμπόριον, καὶ ἐκβάντες ἠριστοποιούμεθα, προσέρχεταί μοι τῶν ναυτῶν Καλλικλῆς Ἐπιτρέφους Θριάσιος, λέγων ὅτι βούλοιτό μοι διαλεχθῆναι ἐμόν τι πρᾶγμα. κελεύσαντος δέ μου, λέγει ὅτι βούλοιτό μοι χάριν ἀποδοῦναι καθʼ ὅ τι δύναται ὧν αὐτῷ ἀπορηθέντι ἔδωκα·
σὺ οὖν, ἔφη, τὸν πλοῦν τοῦτον οἶσθα ἐφʼ ὅ τι πλεῖς ἢ ποῖ; ἀποκριναμένου δέ μου ὅτι οὐκ εἰδείην, ἀλλʼ ἐγώ σοι, ἔφη, ἐρῶ· δεῖ γάρ σε ἀκούσαντα ὀρθῶς βουλεύσασθαι. μέλλεις γάρ, ἔφη, ἄγειν ἄνδρα φυγάδα, οὗ Ἀθηναῖοι θάνατον δὶς κατεψηφίσαντο, Καλλίστρατον ἐκ Μεθώνης εἰς Θάσον ὡς Τιμόμαχον τὸν κηδεστήν, ὡς ἐγώ, ἔφη, πέπυσμαι τῶν παίδων τῶν Καλλίππου. σὺ οὖν, ἐὰν σωφρονῇς, οὐδένα τῶν φευγόντων ἐάσεις ἐπὶ τὴν ναῦν ἀναβαίνειν· οὐ γὰρ ἐῶσιν οἱ νόμοι.
ἀκούσας δʼ ἐγὼ ταῦτα τοῦ Καλλικλέους προσέρχομαι τῷ Καλλίππῳ, καὶ ἐρωτῶ αὐτὸν ὅποι τε τὸν πλοῦν ποιεῖται καὶ ἐπὶ τίνα. διαχλευάσαντος δʼ αὐτοῦ με καὶ ἀπειλήσαντος ἃ οὐδʼ ἂν ὑμεῖς ἀγνοήσαιτε (τοῦ γὰρ τρόπου τοῦ Καλλίππου οὐκ ἀπείρως ἔχετε), λέγω αὐτῷ ὅτι ἀκούω σε πλεῖν ἐπὶ Καλλίστρατον. ἐγὼ οὖν τῶν φευγόντων οὐδένα ἄξω, οὐδὲ πλεύσομαι ἐπʼ αὐτόν· οἱ γὰρ νόμοι οὐκ ἐῶσιν ὑποδέχεσθαι τῶν φευγόντων οὐδένα, ἢ ἐν τοῖς αὐτοῖς κελεύουσιν ἐνέχεσθαι τὸν ὑποδεχόμενον τοὺς φεύγοντας. ἀποπλεύσομαι οὖν πάλιν ὡς τὸν στρατηγὸν εἰς Θάσον.
καὶ ἐπειδὴ ἐνέβησαν οἱ ναῦται, λέγω τῷ κυβερνήτῃ ἀποπλεῖν εἰς τὴν Θάσον. ἀντιλέγοντος δὲ τοῦ Καλλίππου καὶ κελεύοντος πλεῖν εἰς τὴν Μακεδονίαν, οἷ προσέταξεν ὁ στρατηγός, ἀποκρίνεται αὐτῷ Ποσείδιππος ὁ κυβερνήτης ὅτι τριήραρχός τε ἐγὼ τῆς νεὼς εἴην καὶ ὑπεύθυνος, καὶ τὸν μισθὸν παρʼ ἐμοῦ λαμβάνοι· πλεύσοιτο οὖν οἷ ἐγὼ κελεύω, εἰς Θάσον ὡς τὸν στρατηγόν.
ἀφικομένων δʼ ἡμῶν τῇ ὑστεραίᾳ εἰς τὴν Θάσον, μεταπέμπεταί με ὁ Τιμόμαχος, οὗ κατήγετο ἔξω τείχους. φοβούμενος δʼ ἐγὼ μὴ δεθείην διαβληθεὶς ὑπὸ τοῦ Καλλίππου, αὐτὸς μὲν οὐχ ὑπακούω, ἀλλὰ λέγω τῷ ὑπηρέτῃ ὅτι εἴ τι βούλοιτό μοι διαλέγεσθαι, ἐν τῇ ἀγορᾷ ἔσομαι, τὸν δὲ παῖδα συμπέμπω αὐτῷ, ἵνʼ εἴ τί μοι προστάττοι, ἀκούσας ἀπαγγείλαι μοι.
διὰ μὲν ταύτας τὰς αἰτίας, ὦ ἄνδρες δικασταί, ἃς εἴρηκα πρὸς ὑμᾶς, ὁ Τιμόμαχος οὐκ ἠνάγκαζε παραλαμβάνειν τοῦτον τὴν ναῦν, ἔτι δὲ καὶ βουλόμενος αὐτὸς χρῆσθαι τῇ νηὶ ὡς ἄριστα πλεούσῃ. τὴν μὲν γὰρ τοῦ Θρασυλόχου τοῦ Ἀναγυρασίου τριήρη, ἐφʼ ἧς αὐτὸς ἔπλει, τὸν Θρασύλοχον τῷ Καλλίππῳ μισθῶσαι τὴν τριηραρχίαν ἔπεισεν, ἵνʼ αὐτοκράτωρ ὢν ὁ Κάλλιππος τῆς νεὼς ἄγοι τὸν Καλλίστρατον· αὐτὸς δʼ ἀναβὰς ἐπὶ τὴν ἐμὴν ναῦν περιέπλει πανταχοῖ, ἕως ἀφίκετο εἰς Ἑλλήσποντον.