Apollodorus Against Timotheus

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

μέλλων τοίνυν ἀποδημεῖν ὡς βασιλέα, καὶ διαπραξάμενος ἐκπλεῦσαι ὡς βασιλεῖ στρατηγήσων τὸν ἐπʼ Αἴγυπτον πόλεμον, ἵνα μὴ δῷ ἐνθάδε λόγον καὶ εὐθύνας τῆς στρατηγίας, μεταπεμψάμενος τὸν πατέρα τὸν ἐμὸν εἰς τὸ Παράλιον τῶν τε προϋπηργμένων εἰς αὑτὸν ἐπῄνει,

καὶ ἐδεῖτο αὐτοῦ συστήσας Φιλώνδαν, ἄνδρα τὸ μὲν γένος Μεγαρέα, μετοικοῦντα δʼ Ἀθήνησιν, πιστῶς δὲ τούτῳ διακείμενον καὶ ὑπηρετοῦντα ἐν ἐκείνῳ τῷ χρόνῳ, ἐπειδὰν ἀφίκηται ἐκ Μακεδονίας ὁ Φιλώνδας, ὃν συνίστη οὗτος τῷ πατρὶ τῷ ἐμῷ, ἄγων ξύλα τὰ δοθέντα τούτῳ ὑπὸ Ἀμύντου, τὸ ναῦλον τῶν ξύλων παρασχεῖν καὶ ἐᾶσαι ἀνακομίσαι τὰ ξύλα εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ τὴν ἐν Πειραιεῖ· αὑτοῦ γὰρ εἶναι τὰ ξύλα.

ἅμα τε τῇ δεήσει εἶπε λόγον, ᾧ οὐκ ἀκόλουθα ποιεῖ τὰ ἔργα νυνί· ἔφη γάρ, κἂν μὴ τύχῃ ὧν ἐδεῖτο τοῦ πατρός, οὐκ ὀργισθήσεσθαι ὥσπερ ἂν ἄλλος τις ἀποτυχών, ἀλλʼ ὧν αὑτῷ δεηθέντι ὑπηρέτηκεν, τούτων, ἄν ποτε δύνηται, χάριν ἀποδώσειν. ἀκούσας δὲ ὁ πατὴρ ὁ ἐμὸς ταῦτα ἥσθη τε τοῖς λόγοις, καὶ ἐπῄνει τοῦτον ὅτι μέμνηται εὖ παθών, καὶ ὅσα αὐτοῦ ἐδεῖτο ὑπέσχετο ποιήσειν.

καὶ οὗτος μὲν μετὰ ταῦτα τὴν ἀναγωγὴν ἐποιεῖτο ὡς τοὺς στρατηγοὺς τοὺς βασιλέως, ὁ δὲ Φιλώνδας, ᾧ συνέστησεν τὸν πατέρα τὸν ἐμόν, ἐπειδὰν ἀφίκηται ἄγων τὰ ξύλα, τὸ ναῦλον παρασχεῖν, εἰς τὴν Μακεδονίαν τὴν πορείαν ἐποιεῖτο. καὶ οὗτοι οἱ χρόνοι ἦσαν περὶ θαργηλιῶνα μῆνα ἐπʼ Ἀστείου ἄρχοντος.

τῷ δʼ ὑστέρῳ ἔτει ἀφικομένου τοῦ Φιλώνδου ἐκ τῆς Μακεδονίας ἄγοντος τὰ ξύλα, ἀποδημοῦντος τούτου παρὰ βασιλεῖ, καὶ προσελθόντος τῷ πατρὶ τῷ ἐμῷ καὶ κελεύοντος τὸ ναῦλον τῶν ξύλων παρασχεῖν, ἵνα διαλύσῃ τὸν ναύκληρον, καθάπερ οὗτος ἐδεήθη ὅτε ἐξέπλει τοῦ πατρὸς καὶ συνέστησε τὸν Φιλώνδαν, προσαγαγὼν πρὸς τὴν τράπεζαν ὁ πατὴρ ἐκέλευσε δοῦναι Φορμίωνα τὸ ναῦλον τῶν ξύλων, χιλίας ἑπτακοσίας πεντήκοντα.

καὶ ἠρίθμησε τὸ ἀργύριον Φορμίων· καὶ ἐγράψατο μὲν ὀφείλοντα Τιμόθεον (οὗτος γὰρ ἦν ὁ δεηθεὶς τοῦ πατρὸς παρασχεῖν τὸ ναῦλον τῶν ξύλων, καὶ τούτου ἦν), ὑπόμνημα δʼ ἐγράψατο τήν τε χρείαν εἰς ἣν ἐλήφθη τὸ ἀργύριον καὶ τὸ ὄνομα τοῦ λαβόντος. καὶ οὗτος ὁ χρόνος ἦν Ἀλκισθένους ἄρχοντος, ὁ ὕστερος ἐνιαυτὸς ἢ οὗτος ἀνήγετο ὡς βασιλέα.

ὑπὸ δὲ τὸν αὐτὸν χρόνον τοῦτον καὶ Τιμοσθένης ὁ Αἰγιλιεὺς ἀφικνεῖται κατʼ ἐμπορίαν ἰδίαν ἀποδημῶν. ἐπιτήδειος δὲ ὢν Φορμίωνι καὶ κοινωνὸς ὁ Τιμοσθένης, ὅτʼ ἐξέπλει, δίδωσιν ἀποθεῖναι τῷ Φορμίωνι μετʼ ἄλλων χρημάτων καὶ φιάλας λυκιουργεῖς δύο. ἀπὸ τύχης δὲ ὁ παῖς ταύτας τὰς φιάλας, οὐκ εἰδὼς ὅτι ἀλλότριαι ἦσαν, δίδωσι τῷ Αἰσχρίωνι τῷ ἀκολούθῳ τῷ τούτου, ὅτʼ ἐπέμφθη ὡς τὸν πατέρα τὸν ἐμὸν ὑπὸ τούτου, καὶ ᾐτεῖτο τὰ στρώματα καὶ τὰ ἱμάτια καὶ τὰς φιάλας, καὶ τὴν μνᾶν τοῦ ἀργυρίου ἐδανείσατο, ἀφικομένων ὡς τοῦτον Ἀλκέτου καὶ Ἰάσονος.

ἀπαιτοῦντος δὲ τοῦ Τιμοσθένους τὰς φιάλας τὸν Φορμίωνα, ἐπειδὴ ἧκεν, ἀποδημοῦντος Τιμοθέου παρὰ βασιλεῖ, πείθει αὐτὸν ὁ πατὴρ ὁ ἐμὸς τιμὴν ἀπολαβεῖν τῶν φιαλῶν, ὅσον ἦγον αἱ φιάλαι, διακοσίας τριάκοντα ἑπτά. καὶ τῷ μὲν Τιμοσθένει τιμὴν ἀπέδωκεν τῶν φιαλῶν, τοῦτον δὲ ἐγράψατο αὑτῷ ὀφείλοντα, πρὸς τὸ ἄλλο χρέως ὃ οὗτος αὐτῷ ὤφειλεν, ὃ ἀπέτεισεν τῷ Τιμοσθένει τῶν φιαλῶν.

καὶ ταῦτα πάντα ὅτι ἀληθῆ λέγω, τούτων ὑμῖν ἀναγνώσεται τὰς μαρτυρίας, πρῶτον μὲν τῶν δόντων τὸ ἀργύριον οἷς οὗτος ἐκέλευσεν ἀπὸ τῆς τραπέζης καὶ ἐπικαθημένων τότε, ἔπειτα τοῦ ἀπολαβόντος τὴν τιμὴν τῶν φιαλῶν.

ΜΑΡΤΥΡΙΑΙ.

ὅτι μὲν τοίνυν οὐ ψεύδομαι πρὸς ὑμᾶς περὶ ὧν εἶπον, τῶν μαρτυριῶν ἀναγιγνωσκομένων ἀκηκόατε. ὅτι δέ μοι καὶ αὐτὸς οὗτος ὡμολόγει τὰ ξύλα τὰ κομισθέντα ὑπὸ Φιλώνδου εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ ἀνακομισθῆναι τὴν ἐν Πειραιεῖ, τούτων ὑμῖν ἀναγνώσεται τὴν μαρτυρίαν.

ΜΑΡΤΥΡΙΑ.