Against Evergus and Mnesibulus
Demosthenes
Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
οὐ μόνον τοίνυν, ὦ ἄνδρες δικασταί, λαβόντες μου τὰ σκεύη ᾤχοντο, ἀλλὰ καὶ τὸν υἱὸν ἦγον ὡς οἰκέτην, ἕως τῶν γειτόνων ἀπαντήσας αὐτοῖς Ἑρμογένης εἶπεν ὅτι υἱός μου εἴη. ὡς δὲ ταῦτα ἀληθῆ λέγω, ἀναγνώσεται ὑμῖν τὰς μαρτυρίας.
ΜΑΡΤΥΡΙΑΙ.
ἐπειδὴ τοίνυν μοι ἀπηγγέλθη εἰς Πειραιᾶ τὰ γεγενημένα ὑπὸ τῶν γειτόνων, ἐλθὼν εἰς ἀγρὸν τούτους μὲν οὐκέτι καταλαμβάνω, ἰδὼν δὲ τὰ ἐκ τῆς οἰκίας ἐκπεφορημένα καὶ τὴν γραῦν ὡς διέκειτο, καὶ ἀκούων τῆς γυναικὸς τὰ γενόμενα, προσελθὼν τῷ Θεοφήμῳ τῇ ὑστεραίᾳ ἕωθεν ἐν τῇ πόλει μάρτυρας ἔχων ἐκέλευον αὐτὸν πρῶτον μὲν τὴν καταδίκην ἀπολαμβάνειν καὶ ἀκολουθεῖν ἐπὶ τὴν τράπεζαν, ἔπειτα τὴν ἄνθρωπον θεραπεύειν ἣν συνέκοψαν, καὶ ἰατρὸν εἰσάγειν ὃν αὐτοὶ βούλοιντο.