Against Stephanus II
Demosthenes
Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
οὐκοῦν ὁ μὲν νόμος οὑτοσὶ τοῖς αὐτοῖς νόμοις πολιτεύεσθαι ἡμᾶς κελεύει καὶ οὐκ ἄλλους ἄλλοις. ὁ δὲ πατὴρ ἐτελεύτησεν ἐπὶ Δυσνικήτου ἄρχοντος, ὁ δὲ Φορμίων Ἀθηναῖος ἐγένετο ἐπὶ Νικοφήμου ἄρχοντος, δεκάτῳ ἔτει ὕστερον ἢ ὁ πατὴρ ἡμῶν ἀπέθανεν. πῶς ἂν οὖν μὴ εἰδὼς ὁ πατὴρ αὐτὸν Ἀθηναῖον ἐσόμενον, ἔδωκεν ἂν τὴν ἑαυτοῦ γυναῖκα, καὶ προὐπηλάκισε μὲν ἂν ἡμᾶς, κατεφρόνησε δʼ ἂν τῆς δωρεᾶς ἧς παρʼ ὑμῶν ἔλαβεν, παρεῖδε δʼ ἂν τοὺς νόμους; πότερα δὲ κάλλιον ἦν αὐτῷ ζῶντι πρᾶξαι ταῦτα, εἴπερ ἐβούλετο, ἢ ἀποθανόντα διαθήκας καταλιπεῖν, ἃς οὐ κύριος ἦν;
ἀλλὰ μὴν αὐτῶν τῶν νόμων ἀκούσαντες γνώσεσθε, ὡς οὐ κύριος ἦν διαθέσθαι. λέγε τὸν νόμον.
ΝΟΜΟΣ.
ὅσοι μὴ ἐπεποίηντο, ὥστε μήτε ἀπειπεῖν μήτʼ ἐπιδικάσασθαι, ὅτε Σόλων εἰσῄει τὴν ἀρχήν, τὰ ἑαυτοῦ διαθέσθαι εἶναι ὅπως ἂν ἐθέλῃ, ἂν μὴ παῖδες ὦσι γνήσιοι ἄρρενες, ἂν μὴ μανιῶν ἢ γήρως ἢ φαρμάκων ἢ νόσου ἕνεκα, ἢ γυναικὶ πειθόμενος, ὑπὸ τούτων του παρανοῶν, ἢ ὑπʼ ἀνάγκης ἢ ὑπὸ δεσμοῦ καταληφθείς.
τοῦ μὲν νόμου τοίνυν ἀκηκόατε, ὃς οὐκ ἐᾷ διαθήκας διαθέσθαι, ἐὰν παῖδες ὦσι γνήσιοι. οὗτοι δέ φασι ταῦτα διαθέσθαι τὸν πατέρα, ὡς δὲ παρεγένοντο οὐκ ἔχουσιν ἐπιδεῖξαι. ἄξιον δὲ καὶ τόδε ἐνθυμηθῆναι, ὅτι ὅσοι μὴ ἐπεποίηντο ἀλλʼ ἦσαν πεφυκότες γνήσιοι, τούτοις ὁ νόμος δίδωσιν, ἐὰν ἄπαιδες ὦσιν, διαθέσθαι τὰ ἑαυτῶν. ὁ τοίνυν πατὴρ ἡμῶν ἐπεποίητο ὑπὸ τοῦ δήμου πολίτης, ὥστε οὐδὲ κατὰ τοῦτο ἐξῆν αὐτῷ διαθέσθαι διαθήκην, ἄλλως τε καὶ περὶ τῆς γυναικός, ἧς οὐδὲ κύριος ἐκ τῶν νόμων ἦν, παῖδές τε ἦσαν αὐτῷ.
σκέψασθε δὲ καὶ διότι οὐδʼ ἂν ἄπαις τις ᾖ, κύριός ἐστι τὰ αὑτοῦ διαθέσθαι, ἐὰν μὴ εὖ φρονῇ· νοσοῦντα δὲ ἢ φαρμακῶντα ἢ γυναικὶ πειθόμενον ἢ ὑπὸ γήρως ἢ ὑπὸ μανιῶν ἢ ὑπὸ ἀνάγκης τινὸς καταληφθέντα ἄκυρον κελεύουσιν εἶναι οἱ νόμοι. σκοπεῖτε δή, εἰ δοκοῦσιν ὑμῖν εὖ φρονοῦντος ἀνδρὸς εἶναι αἱ διαθῆκαι, ἅς φασι διαθέσθαι οὗτοι τὸν πατέρα.
μὴ πρὸς ἄλλο δέ τι παράδειγμα σκέψησθε ἢ πρὸς τὴν μίσθωσιν, εἰ δοκεῖ ὑμῖν ἀκόλουθον εἶναι τῷ τὴν τέχνην μὴ ἐξουσίαν δοῦναι εἰ μὴ ἐν τῷ αὐτῷ ἡμῖν ἐργάζεσθαι, τούτῳ τὴν γυναῖκα δοῦναι τὴν αὑτοῦ καὶ τῶν παίδων ἐᾶσαι κοινωνὸν αὑτῷ γενέσθαι. καὶ μὴ θαυμάζετε, εἰ τἄλλα σκευωρουμένους αὐτοὺς τὰ ἐν τῇ μισθώσει τοῦτο παρέλαθεν. ἴσως μὲν γὰρ οὐδὲ προσεῖχον ἄλλῳ οὐδενὶ ἢ τῷ τὰ χρήματα ἀποστερῆσαι καὶ τῷ προσοφείλοντα τὸν πατέρα ἐγγράψαι· εἶτα δὲ οὐδὲ ἐδόκουν ἐμὲ οὕτω δεινὸν ἔσεσθαι ὥστε ταῦτα ἀκριβῶς ἐξετάσαι.
σκέψασθε τοίνυν καὶ τοὺς νόμους, παρʼ ὧν κελεύουσι τὰς ἐγγύας ποιεῖσθαι, ἵνʼ εἰδῆτε καὶ ἐκ τούτων ὡς κατεσκευασμένης διαθήκης ψευδὴς μάρτυς γέγονε Στέφανος οὑτοσί.
ΝΟΜΟΣ.
ἣν ἂν ἐγγυήσῃ ἐπὶ δικαίοις δάμαρτα εἶναι ἢ πατὴρ ἢ ἀδελφὸς ὁμοπάτωρ ἢ πάππος ὁ πρὸς πατρός, ἐκ ταύτης εἶναι παῖδας γνησίους. ἐὰν δὲ μηδεὶς ᾖ τούτων, ἐὰν μὲν ἐπίκληρός τις ᾖ, τὸν κύριον ἔχειν, ἐὰν δὲ μὴ ᾖ, ὅτῳ ἂν ἐπιτρέψῃ, τοῦτον κύριον εἶναι.
οὗτος μὲν τοίνυν ὁ νόμος οὓς ἐποίησεν κυρίους εἶναι, ἀκηκόατε· ὅτι δʼ οὐδεὶς ἦν τούτων τῇ μητρί, οἱ ἀντίδικοί μοι αὐτοὶ μεμαρτυρήκασιν. εἰ γὰρ ἦν, παρείχοντʼ ἄν. ἢ μάρτυρας μὲν ψευδεῖς οἴεσθʼ ἂν παρασχέσθαι καὶ διαθήκας οὐκ οὔσας, ἀδελφὸν δὲ ἢ πάππον ἢ πατέρα οὐκ ἄν, εἴπερ ἦν δυνατὸν ἕνεκα χρημάτων; ὁπότε τοίνυν μηδεὶς φαίνεται ζῶν τούτων, τότε ἀνάγκη ἐπίκληρον τὴν μητέρα ἡμῶν εἶναι. τῆς τοίνυν ἐπικλήρου σκοπεῖτε τίνας κελεύουσιν οἱ νόμοι κυρίους εἶναι.
λέγε τὸν νόμον.
ΝΟΜΟΣ.
καὶ ἐὰν ἐξ ἐπικλήρου τις γένηται καὶ ἅμα ἡβήσῃ ἐπὶ δίετες, κρατεῖν τῶν χρημάτων, τὸν δὲ σῖτον μετρεῖν τῇ μητρί.
οὐκοῦν ὁ μὲν νόμος κελεύει τοὺς παῖδας ἡβήσαντας κυρίους τῆς μητρὸς εἶναι, τὸν δὲ σῖτον μετρεῖν τῇ μητρί. ἐγὼ δὲ φαίνομαι στρατευόμενος καὶ τριηραρχῶν ὑμῖν, ὅτε οὗτος συνῴκησεν τῇ μητρί.