Against Stephanus II
Demosthenes
Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
ὅτι μὲν οὐκ ἀπορήσειν ἔμελλε Στέφανος οὑτοσὶ ὅ τι ἀπολογήσεται περὶ τῆς μαρτυρίας, παράγων τῷ λόγῳ ὡς οὐ πάντα μεμαρτύρηκε τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα, καὶ ἐξαπατῶν ὑμᾶς, καὶ αὐτὸς σχεδόν τι ὑπενόουν, ὦ ἄνδρες δικασταί. πανοῦργός τε γάρ ἐστιν, καὶ οἱ γράφοντες καὶ οἱ συμβουλεύοντες ὑπὲρ Φορμίωνος πολλοί· ἅμα τʼ εἰκός ἐστι τοὺς ἐγχειροῦντας τὰ ψευδῆ μαρτυρεῖν καὶ τὴν ἀπολογίαν εὐθέως ὑπὲρ αὐτῶν μελετᾶν.
ὅτι δʼ ἐν τοσούτῳ λόγῳ οὐδαμοῦ μάρτυρας παρέσχετο ὑμῖν, ὡς ἢ διατιθεμένῳ τῷ πατρὶ τῷ ἐμῷ παρεγένετό που αὐτὸς ταύτην τὴν διαθήκην, ὥστʼ εἰδέναι ταῦτα ὅτι ἀντίγραφά ἐστιν ὧν ὁ πατήρ μου διέθετο, ἢ ἀνοιχθὲν εἶδε τὸ γραμματεῖον ὅ φασι διαθέμενον ἐκεῖνον καταλιπεῖν, ταῦτα συμμέμνησθέ μοι.
ἀλλὰ μὴν ὁπότε μεμαρτύρηκεν ἀντίγραφα εἶναι τῶν διαθηκῶν τῶν Πασίωνος τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα, τὰς δὲ διαθήκας μὴ ἔχει ἐπιδεῖξαι μήθʼ ὡς ὁ πατὴρ διέθετο ἡμῶν μήθʼ ὡς αὐτὸς εἶδεν παραγενόμενος αὐτὰς διατιθεμένου τοῦ πατρός, πῶς οὐ περιφανῶς οὗτος ἐξελέγχεται τὰ ψευδῆ μεμαρτυρηκώς;
εἰ τοίνυν πρόκλησίν φησιν εἶναι καὶ μὴ μαρτυρίαν, οὐκ ἀληθῆ λέγει. ἅπαντα γὰρ ὅσα παρέχονται εἰς τὸ δικαστήριον προκαλούμενοι ἀλλήλους οἱ ἀντίδικοι, διὰ μαρτυρίας παρέχονται. οὐ γὰρ ἂν εἰδείηθʼ ὑμεῖς εἴτʼ ἐστὶν ἀληθῆ εἴτε ψευδῆ ἅ φασιν ἑκάτεροι, εἰ μή τις καὶ τοὺς μάρτυρας παρέχοιτο. ὅταν δὲ παράσχηται, τούτοις πιστεύοντες ὑποδίκοις οὖσιν ψηφίζεσθε ἐκ τῶν λεγομένων καὶ μαρτυρουμένων ἃ ἂν ὑμῖν δοκῇ δίκαια εἶναι.
βούλομαι τοίνυν καὶ τὴν μαρτυρίαν ἐξελέγξαι, ὅτι οὐ πρόκλησίς ἐστιν, καὶ ὡς ἔδει μαρτυρεῖν αὐτούς, εἴπερ ἐγίγνετο ἡ πρόκλησις, ὡς οὐκ ἐγίγνετο. μαρτυροῦσι παρεῖναι πρὸς τῷ διαιτητῇ Τεισίᾳ, ὅτε προὐκαλεῖτο Φορμίων Ἀπολλόδωρον ἀνοίγειν τὸ γραμματεῖον, ὃ παρεῖχεν Ἀμφίας ὁ Κηφισοφῶντος κηδεστής, Ἀπολλόδωρον δʼ οὐκ ἐθέλειν ἀνοίγειν. οὕτω μὲν ἂν μαρτυροῦντες ἐδόκουν ἀληθῆ μαρτυρεῖν· ἀντίγραφα δὲ τῶν διαθηκῶν τῶν Πασίωνος μαρτυρεῖν εἶναι τὰ ἐν τῷ γραμματείῳ ὃ παρείχετο Φορμίων, μήτε παραγενομένους ἐκείνῳ διατιθεμένῳ μήτʼ εἰδότας εἰ διέθετο, πῶς οὐ περιφανῶς ἀναισχυντία δοκεῖ ὑμῖν εἶναι;
ἀλλὰ μὴν εἰ φησὶ Φορμίωνος λέγοντος πιστεύειν ταῦτʼ ἀληθῆ εἶναι, τοῦ αὐτοῦ ἀνδρός ἐστιν πιστεύειν τε λέγοντι τούτῳ ταῦτα καὶ κελεύοντι μαρτυρεῖν. οἱ δέ γε νόμοι οὐ ταῦτα λέγουσιν, ἀλλʼ ἃ ἂν εἰδῇ τις καὶ οἷς ἂν παραγένηται πραττομένοις, ταῦτα μαρτυρεῖν κελεύουσιν ἐν γραμματείῳ γεγραμμένα, ἵνα μήτʼ ἀφελεῖν ἐξῇ μηδὲν μήτε προσθεῖναι τοῖς γεγραμμένοις.
ἀκοὴν δʼ οὐκ ἐῶσι ζῶντος μαρτυρεῖν, ἀλλὰ τεθνεῶτος, τῶν δὲ ἀδυνάτων καὶ ὑπερορίων ἐκμαρτυρίαν γεγραμμένην ἐν τῷ γραμματείῳ· καὶ ἀπὸ τῆς αὐτῆς ἐπισκήψεως τήν τε μαρτυρίαν καὶ ἐκμαρτυρίαν ἀγωνίζεσθαι ἅμα, ἵνʼ ἐὰν μὲν ἀναδέχηται ὁ ἐκμαρτυρήσας, ἐκεῖνος ὑπόδικος ᾖ τῶν ψευδομαρτυρίων, ἐὰν δὲ μὴ ἀναδέχηται, οἱ μαρτυρήσαντες τὴν ἐκμαρτυρίαν.
στέφανος τοίνυν οὑτοσί, οὔτʼ εἰδὼς διαθήκας καταλιπόντα τὸν πατέρα ἡμῶν, οὔτε παραγενόμενος πώποτε διατιθεμένῳ τῷ πατρὶ ἡμῶν, ἀκούσας δὲ Φορμίωνος, μεμαρτύρηκεν ἀκοὴν τὰ ψευδῆ τε καὶ παρὰ τὸν νόμον. καὶ ταῦθʼ ὅτι ἀληθῆ λέγω, αὐτὸν ὑμῖν τὸν νόμον ἀναγνώσεται.
ΝΟΜΟΣ.
ἀκοὴν εἶναι μαρτυρεῖν τεθνεῶτος, ἐκμαρτυρίαν δὲ ὑπερορίου καὶ ἀδυνάτου.
ὡς τοίνυν καὶ παρʼ ἕτερον νόμον μεμαρτύρηκεν, ἐπιδεῖξαι ὑμῖν βούλομαι, ἵνα εἰδῆτε ὅτι μεγάλων ἀδικημάτων οὐκ ἔχων καταφυγὴν ὁ Φορμίων, πρόφασιν λαβὼν λόγῳ τὴν πρόκλησιν, ἔργῳ αὐτὸς αὑτῷ μεμαρτύρηκε προστησάμενος τούτους, διʼ ὧν οἱ μὲν δικασταὶ ἐξηπατήθησαν ὡς ἀληθῆ τούτων μαρτυρούντων, ἐγὼ δὲ ἀπεστερήθην ὧν ὁ πατήρ μοι κατέλιπεν χρημάτων καὶ τοῦ δίκην λαβεῖν περὶ ὧν ἀδικοῦμαι. μαρτυρεῖν γὰρ οἱ νόμοι οὐκ ἐῶσιν αὐτὸν αὑτῷ οὔτʼ ἐπὶ ταῖς γραφαῖς οὔτʼ ἐπὶ ταῖς δίκαις οὔτʼ ἐν ταῖς εὐθύναις. ὁ τοίνυν Φορμίων αὐτὸς αὑτῷ μεμαρτύρηκεν, ὁπότε φασὶν οὗτοι ἀκούσαντες ἐκείνου ταῦτα μεμαρτυρηκέναι.
ἵνα δὲ εἰδῆτε ἀκριβῶς, αὐτὸν τὸν νόμον μοι ἀνάγνωθι.
ΝΟΜΟΣ.
τοῖν ἀντιδίκοιν ἐπάναγκες εἶναι ἀποκρίνασθαι ἀλλήλοις τὸ ἐρωτώμενον, μαρτυρεῖν δὲ μή.
σκέψασθε τοίνυν τουτονὶ τὸν νόμον, ὃς κελεύει ὑποδίκους εἶναι τῶν ψευδομαρτυρίων καὶ κατʼ αὐτὸ τοῦτο, ὅτι μαρτυρεῖ παρὰ τὸν νόμον.
ΝΟΜΟΣ.
ἔστω δὲ καὶ ὑπόδικος τῶν ψευδομαρτυρίων ὁ μαρτυρήσας αὐτοῦ τούτου, ὅτι μαρτυρεῖ παρὰ τὸν νόμον· καὶ ὁ προβαλόμενος κατὰ ταὐτά.
ἔτι τοίνυν κἂν ἀπὸ τοῦ γραμματείου γνοίη τις, ἐν ᾧ ἡ μαρτυρία γέγραπται, ὅτι τὰ ψευδῆ μεμαρτύρηκεν. λελευκωμένον τε γάρ ἐστιν καὶ οἴκοθεν κατεσκευασμένον. καίτοι τοὺς μὲν τὰ πεπραγμένα μαρτυροῦντας προσήκει οἴκοθεν τὰς μαρτυρίας κατεσκευασμένας μαρτυρεῖν, τοὺς δὲ τὰς προκλήσεις μαρτυροῦντας, τοὺς ἀπὸ ταὐτομάτου προσστάντας, ἐν μάλθῃ γεγραμμένην τὴν μαρτυρίαν, ἵνα, ἐάν τι προσγράψαι ἢ ἀπαλεῖψαι βουληθῇ, ῥᾴδιον ᾖ.
οὐκοῦν κατὰ μὲν ταῦτα πάντα ἐξελέγχεται τὰ ψευδῆ μεμαρτυρηκὼς καὶ παρὰ τὸν νόμον· βούλομαι δʼ ὑμῖν καὶ αὐτὸ τοῦτο ἐπιδεῖξαι, ὡς οὔτε διέθετο ὁ πατὴρ ἡμῶν διαθήκην οὐδεμίαν οὔθʼ οἱ νόμοι ἐῶσιν. εἰ γάρ τις ἔροιτο ὑμᾶς, καθʼ ὁποίους νόμους δεῖ πολιτεύεσθαι ἡμᾶς, δῆλον ὅτι ἀποκρίναισθʼ ἂν κατὰ τοὺς κειμένους. ἀλλὰ μὴν οἵ γε νόμοι ἀπαγορεύουσι μηδὲ νόμον ἐξεῖναι ἐπʼ ἀνδρὶ θεῖναι, ἂν μὴ τὸν αὐτὸν ἐφʼ ἅπασιν Ἀθηναίοις.
οὐκοῦν ὁ μὲν νόμος οὑτοσὶ τοῖς αὐτοῖς νόμοις πολιτεύεσθαι ἡμᾶς κελεύει καὶ οὐκ ἄλλους ἄλλοις. ὁ δὲ πατὴρ ἐτελεύτησεν ἐπὶ Δυσνικήτου ἄρχοντος, ὁ δὲ Φορμίων Ἀθηναῖος ἐγένετο ἐπὶ Νικοφήμου ἄρχοντος, δεκάτῳ ἔτει ὕστερον ἢ ὁ πατὴρ ἡμῶν ἀπέθανεν. πῶς ἂν οὖν μὴ εἰδὼς ὁ πατὴρ αὐτὸν Ἀθηναῖον ἐσόμενον, ἔδωκεν ἂν τὴν ἑαυτοῦ γυναῖκα, καὶ προὐπηλάκισε μὲν ἂν ἡμᾶς, κατεφρόνησε δʼ ἂν τῆς δωρεᾶς ἧς παρʼ ὑμῶν ἔλαβεν, παρεῖδε δʼ ἂν τοὺς νόμους; πότερα δὲ κάλλιον ἦν αὐτῷ ζῶντι πρᾶξαι ταῦτα, εἴπερ ἐβούλετο, ἢ ἀποθανόντα διαθήκας καταλιπεῖν, ἃς οὐ κύριος ἦν;
ἀλλὰ μὴν αὐτῶν τῶν νόμων ἀκούσαντες γνώσεσθε, ὡς οὐ κύριος ἦν διαθέσθαι. λέγε τὸν νόμον.
ΝΟΜΟΣ.
ὅσοι μὴ ἐπεποίηντο, ὥστε μήτε ἀπειπεῖν μήτʼ ἐπιδικάσασθαι, ὅτε Σόλων εἰσῄει τὴν ἀρχήν, τὰ ἑαυτοῦ διαθέσθαι εἶναι ὅπως ἂν ἐθέλῃ, ἂν μὴ παῖδες ὦσι γνήσιοι ἄρρενες, ἂν μὴ μανιῶν ἢ γήρως ἢ φαρμάκων ἢ νόσου ἕνεκα, ἢ γυναικὶ πειθόμενος, ὑπὸ τούτων του παρανοῶν, ἢ ὑπʼ ἀνάγκης ἢ ὑπὸ δεσμοῦ καταληφθείς.
τοῦ μὲν νόμου τοίνυν ἀκηκόατε, ὃς οὐκ ἐᾷ διαθήκας διαθέσθαι, ἐὰν παῖδες ὦσι γνήσιοι. οὗτοι δέ φασι ταῦτα διαθέσθαι τὸν πατέρα, ὡς δὲ παρεγένοντο οὐκ ἔχουσιν ἐπιδεῖξαι. ἄξιον δὲ καὶ τόδε ἐνθυμηθῆναι, ὅτι ὅσοι μὴ ἐπεποίηντο ἀλλʼ ἦσαν πεφυκότες γνήσιοι, τούτοις ὁ νόμος δίδωσιν, ἐὰν ἄπαιδες ὦσιν, διαθέσθαι τὰ ἑαυτῶν. ὁ τοίνυν πατὴρ ἡμῶν ἐπεποίητο ὑπὸ τοῦ δήμου πολίτης, ὥστε οὐδὲ κατὰ τοῦτο ἐξῆν αὐτῷ διαθέσθαι διαθήκην, ἄλλως τε καὶ περὶ τῆς γυναικός, ἧς οὐδὲ κύριος ἐκ τῶν νόμων ἦν, παῖδές τε ἦσαν αὐτῷ.
σκέψασθε δὲ καὶ διότι οὐδʼ ἂν ἄπαις τις ᾖ, κύριός ἐστι τὰ αὑτοῦ διαθέσθαι, ἐὰν μὴ εὖ φρονῇ· νοσοῦντα δὲ ἢ φαρμακῶντα ἢ γυναικὶ πειθόμενον ἢ ὑπὸ γήρως ἢ ὑπὸ μανιῶν ἢ ὑπὸ ἀνάγκης τινὸς καταληφθέντα ἄκυρον κελεύουσιν εἶναι οἱ νόμοι. σκοπεῖτε δή, εἰ δοκοῦσιν ὑμῖν εὖ φρονοῦντος ἀνδρὸς εἶναι αἱ διαθῆκαι, ἅς φασι διαθέσθαι οὗτοι τὸν πατέρα.
μὴ πρὸς ἄλλο δέ τι παράδειγμα σκέψησθε ἢ πρὸς τὴν μίσθωσιν, εἰ δοκεῖ ὑμῖν ἀκόλουθον εἶναι τῷ τὴν τέχνην μὴ ἐξουσίαν δοῦναι εἰ μὴ ἐν τῷ αὐτῷ ἡμῖν ἐργάζεσθαι, τούτῳ τὴν γυναῖκα δοῦναι τὴν αὑτοῦ καὶ τῶν παίδων ἐᾶσαι κοινωνὸν αὑτῷ γενέσθαι. καὶ μὴ θαυμάζετε, εἰ τἄλλα σκευωρουμένους αὐτοὺς τὰ ἐν τῇ μισθώσει τοῦτο παρέλαθεν. ἴσως μὲν γὰρ οὐδὲ προσεῖχον ἄλλῳ οὐδενὶ ἢ τῷ τὰ χρήματα ἀποστερῆσαι καὶ τῷ προσοφείλοντα τὸν πατέρα ἐγγράψαι· εἶτα δὲ οὐδὲ ἐδόκουν ἐμὲ οὕτω δεινὸν ἔσεσθαι ὥστε ταῦτα ἀκριβῶς ἐξετάσαι.
σκέψασθε τοίνυν καὶ τοὺς νόμους, παρʼ ὧν κελεύουσι τὰς ἐγγύας ποιεῖσθαι, ἵνʼ εἰδῆτε καὶ ἐκ τούτων ὡς κατεσκευασμένης διαθήκης ψευδὴς μάρτυς γέγονε Στέφανος οὑτοσί.
ΝΟΜΟΣ.
ἣν ἂν ἐγγυήσῃ ἐπὶ δικαίοις δάμαρτα εἶναι ἢ πατὴρ ἢ ἀδελφὸς ὁμοπάτωρ ἢ πάππος ὁ πρὸς πατρός, ἐκ ταύτης εἶναι παῖδας γνησίους. ἐὰν δὲ μηδεὶς ᾖ τούτων, ἐὰν μὲν ἐπίκληρός τις ᾖ, τὸν κύριον ἔχειν, ἐὰν δὲ μὴ ᾖ, ὅτῳ ἂν ἐπιτρέψῃ, τοῦτον κύριον εἶναι.
οὗτος μὲν τοίνυν ὁ νόμος οὓς ἐποίησεν κυρίους εἶναι, ἀκηκόατε· ὅτι δʼ οὐδεὶς ἦν τούτων τῇ μητρί, οἱ ἀντίδικοί μοι αὐτοὶ μεμαρτυρήκασιν. εἰ γὰρ ἦν, παρείχοντʼ ἄν. ἢ μάρτυρας μὲν ψευδεῖς οἴεσθʼ ἂν παρασχέσθαι καὶ διαθήκας οὐκ οὔσας, ἀδελφὸν δὲ ἢ πάππον ἢ πατέρα οὐκ ἄν, εἴπερ ἦν δυνατὸν ἕνεκα χρημάτων; ὁπότε τοίνυν μηδεὶς φαίνεται ζῶν τούτων, τότε ἀνάγκη ἐπίκληρον τὴν μητέρα ἡμῶν εἶναι. τῆς τοίνυν ἐπικλήρου σκοπεῖτε τίνας κελεύουσιν οἱ νόμοι κυρίους εἶναι.
λέγε τὸν νόμον.
ΝΟΜΟΣ.
καὶ ἐὰν ἐξ ἐπικλήρου τις γένηται καὶ ἅμα ἡβήσῃ ἐπὶ δίετες, κρατεῖν τῶν χρημάτων, τὸν δὲ σῖτον μετρεῖν τῇ μητρί.
οὐκοῦν ὁ μὲν νόμος κελεύει τοὺς παῖδας ἡβήσαντας κυρίους τῆς μητρὸς εἶναι, τὸν δὲ σῖτον μετρεῖν τῇ μητρί. ἐγὼ δὲ φαίνομαι στρατευόμενος καὶ τριηραρχῶν ὑμῖν, ὅτε οὗτος συνῴκησεν τῇ μητρί.