Against Stephanus I
Demosthenes
Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
ἠκούσατε μὲν τῆς μαρτυρίας, ὦ ἄνδρες δικασταί, νομίζω δʼ ὑμᾶς, εἰ καὶ μηδὲν τῶν ἄλλων αἰσθάνεσθέ πω, τοῦτό γʼ αὐτὸ θαυμάζειν, τὸ τὴν μὲν ἀρχὴν τῆς μαρτυρίας εἶναι πρόκλησιν, τὴν δὲ τελευτὴν διαθήκην. οὐ μὴν ἀλλʼ ἔγωγʼ οἶμαι δεῖν, ἐπειδάν, ὃ τῶν μεμαρτυρημένων ὡσπερεὶ κεφάλαιόν ἐστιν, ἐπιδείξω ψεῦδος ὄν, τηνικαῦτʼ ἤδη καὶ περὶ τῶν τοιούτων ποιεῖσθαι τοὺς λόγους.
ἔστι δὴ μεμαρτυρημένον αὐτοῖς προκαλεῖσθαι Φορμίωνʼ ἀνοίγειν τὰς διαθήκας, ἃς παρέχειν πρὸς τὸν διαιτητὴν Τεισίαν Ἀμφίαν τὸν Κηφισοφῶντος κηδεστήν· ἐμὲ δʼ οὐκ ἐθέλειν ἀνοίγειν· εἶναι δʼ ἃς αὐτοὶ μεμαρτυρήκασιν διαθήκας ἀντιγράφους ἐκείνων. εἶθʼ ἡ διαθήκη γέγραπται.
ἐγὼ τοίνυν περὶ μὲν τοῦ προκαλεῖσθαί με ἢ μὴ ταῦτα Φορμίωνα, οὐδέν πω λέγω, οὐδʼ ὑπὲρ τοῦ τὰς διαθήκας ἀληθεῖς ἢ ψευδεῖς εἶναι, ἀλλʼ αὐτίχʼ ὑμᾶς περὶ τούτων διδάξω· ἀλλʼ ἃ μεμαρτυρήκασι, μή μʼ ἐθέλειν τὸ γραμματεῖον ἀνοίγειν, ὡδὶ δὴ σκοπεῖτε. τοῦ τις ἂν εἵνεκʼ ἔφευγεν ἀνοίγειν τὸ γραμματεῖον; ἵνʼ ἡ διαθήκη νὴ Δία μὴ φανερὰ γένοιτο τοῖς δικασταῖς.
εἰ μὲν τοίνυν μὴ προσεμαρτύρουν τῇ προκλήσει τὴν διαθήκην οὗτοι, λόγον εἶχέ τινʼ ἂν τὸ φεύγειν ἔμʼ ἀνοίγειν τὸ γραμματεῖον· προσμαρτυρούντων δὲ τούτων καὶ τῶν δικαστῶν ὁμοίως ἀκουσομένων, τί ἦν μοι κέρδος τὸ μὴ ʼθέλειν; οὐδὲ ἓν δήπου. αὐτὸ γὰρ τοὐναντίον, ὦ ἄνδρες Ἀθηναῖοι, κἂν εἰ μηδὲν προὐκαλοῦνθʼ οὗτοι, λόγῳ δʼ ἐχρῶντο μόνον, καὶ παρεῖχέν τις αὐτοῖς γραμματεῖον ὡς διαθήκην,
ἐμὸν ἦν τὸ προκαλεῖσθαι καὶ κελεύειν ἀνοίγειν ταύτην, ἵνʼ εἰ μὲν ἄλλʼ ἄττα τῶν ὑπὸ τούτων μεμαρτυρημένων ἦν τἀκεῖ γεγραμμένα, μάρτυρας εὐθὺς τῶν περιεστηκότων πολλοὺς ποιησάμενος τεκμηρίῳ τούτῳ καὶ περὶ τῶν ἄλλων, ὡς κατασκευάζουσιν, ἐχρώμην· εἰ δὲ ταὔτʼ ἐνῆν, τὸν παρασχόντʼ αὐτὸν ἠξίουν μαρτυρεῖν. ἐθελήσαντος μέν γʼ ὑπεύθυνον ἐλάμβανον, εἰ δʼ ἔφευγε, πάλιν αὐτὸ τοῦθʼ ἱκανὸν τεκμήριον ἦν μοι τοῦ πεπλάσθαι τὸ πρᾶγμα. καὶ δὴ καὶ συνέβαινεν ἐκείνως μὲν ἕνʼ εἶναι πρὸς ὃν τὰ πράγματʼ ἐγίγνετό μοι, ὡς δʼ οὗτοι μεμαρτυρήκασι, πρὸς πολλούς. ἔστιν οὖν ὅστις ἂν ὑμῶν ταῦθʼ εἵλετο; ἐγὼ μὲν οὐδένʼ ἡγοῦμαι.
οὐ τοίνυν οὐδὲ κατʼ ἄλλου πιστεύειν ἐστὲ δίκαιοι. καὶ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅσοις μὲν πρόσεστιν ὀργὴ τῶν πραττομένων ἢ λῆμμά τι κέρδους ἢ παροξυσμὸς ἢ φιλονικία, ταῦτα μὲν ἄλλος ἂν ἄλλως πράξειε πρὸς τὸν αὑτοῦ τρόπον· ὅσοις δὲ τούτων μὲν μηδέν, λογισμὸς δʼ ἐφʼ ἡσυχίας τοῦ συμφέροντος, τίς οὕτως ἄφρων ὅστις ἂν τὰ συνοίσοντʼ ἀφείς, ἐξ ὧν κάκιον ἔμελλεν ἀγωνιεῖσθαι, ταῦτʼ ἔπραξεν; ἃ γὰρ οὔτʼ εἰκότʼ οὔτʼ εὔλογʼ οὔτʼ ἂν ἔπραξεν οὐδείς, ταῦθʼ οὗτοι μεμαρτυρήκασιν περὶ ἡμῶν.
οὐ τοίνυν μόνον ἐξ ὧν ἐμὲ μὴ ʼθέλειν τὸ γραμματεῖον ἀνοίγειν μεμαρτυρήκασι, γνοίη τις ἂν αὐτοὺς ὅτι ψεύδονται, ἀλλὰ καὶ ἐκ τοῦ πρόκλησιν ὁμοῦ διαθήκῃ μαρτυρεῖν. οἶμαι γὰρ ἅπαντας ὑμᾶς εἰδέναι, ὅτι ὅσα μὴ δυνατὸν πρὸς ὑμᾶς ἀγαγεῖν ἐστι τῶν πεπραγμένων, τούτων προκλήσεις ηὑρέθησαν.
οἷον βασανίζειν οὐκ ἔστιν ἐναντίον ὑμῶν· ἀνάγκη τούτου πρόκλησιν εἶναι. οἷον εἴ τι πέπρακται καὶ γέγονεν ἔξω που τῆς χώρας, ἀνάγκη καὶ τούτου πρόκλησιν εἶναι, πλεῖν ἢ βαδίζειν οὗ τὸ πρᾶγμʼ ἐπράχθη· καὶ τῶν ἄλλων τῶν τοιούτων. ὅπου δʼ αὐτὰ τὰ πράγματʼ ἐφʼ αὑτῶν ἔστιν ὑμῖν ἐμφανῆ ποιῆσαι, τί ἦν ἁπλούστερον ἢ ταῦτʼ ἄγειν εἰς μέσον;