Against Stephanus I
Demosthenes
Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
οὐκοῦν δεινόν, ὦ γῆ καὶ θεοί, καὶ πέρᾳ δεινοῦ, τοὺς Ἕλληνα μὲν ἀντὶ βαρβάρου ποιήσαντας, γνώριμον δʼ ἀντʼ ἀνδραπόδου, τοσούτων δʼ ἀγαθῶν ἡγεμόνας, τούτους περιορᾶν ἐν ταῖς ἐσχάταις ἀπορίαις ὄντας ἔχοντα καὶ πλουτοῦντα, καὶ εἰς τοῦθʼ ἥκειν ἀναιδείας ὥστε, ἧς παρʼ ἡμῶν τύχης μετέσχε, ταύτης ἡμῖν μὴ τολμᾶν μεταδοῦναι.
ἀλλʼ αὐτὸς μὲν οὐκ ὤκνησε τὴν δέσποιναν γῆμαι καὶ ἣ τὰ καταχύσματʼ αὐτοῦ κατέχεε τόθʼ ἡνίκʼ ἐωνήθη, ταύτῃ συνοικεῖν, οὐδὲ προῖκα πέντε τάλανθʼ αὑτῷ γράψαι, χωρὶς ὧν οὔσης τῆς μητρὸς κυρίας οὗτος ἐγκρατὴς γέγονεν πολλῶν χρημάτων (τί γὰρ αὐτὸν οἴεσθʼ εἰς τὰς διαθήκας ἐγγράψαι καὶ τἄλλα, ὅσα ἐστίν, Ἀρχίππῃ δίδωμι;) τὰς δʼ ἡμετέρας θυγατέρας μελλούσας διʼ ἔνδειαν ἀνεκδότους ἔνδον γηράσκειν περιορᾷ.
καὶ εἰ μὲν πένης οὗτος ἦν, ἡμεῖς δʼ εὐποροῦντες ἐτυγχάνομεν, καὶ συνέβη τι παθεῖν, οἷα πολλά, ἐμοί, οἱ παῖδες ἂν οἱ τούτου τῶν ἐμῶν θυγατέρων ἐπεδικάζοντο, οἱ τοῦ δούλου τῶν τοῦ δεσπότου· θεῖοι γάρ εἰσιν αὐταῖς διὰ τὸ τὴν μητέρα τὴν ἐμὴν τοῦτον λαβεῖν· ἐπειδὴ δʼ ἀπόρως ἡμεῖς ἔχομεν, τηνικαῦτʼ οὐ συνεκδώσει ταύτας, ἀλλὰ λέγει καὶ λογίζεται τὸ πλῆθος ὧν ἐγὼ χρημάτων ἔχω.
καὶ γὰρ τοῦτʼ ἀτοπώτατον πάντων. ὧν μὲν ἀπεστέρηκεν ἡμᾶς χρημάτων, οὐδέπω καὶ τήμερον ἠθέλησεν ὑποσχεῖν τὸν λόγον, ἀλλὰ μὴ εἰσαγωγίμους εἶναι τὰς δίκας παραγράφεται· ἃ δὲ τῶν πατρῴων ἐνειμάμην ἐγώ, ταῦτα λογίζεται. καὶ τοὺς μὲν ἄλλους ἄν τις ἴδοι τοὺς οἰκέτας ὑπὸ τῶν δεσποτῶν ἐξεταζομένους· οὗτος δʼ αὖ τοὐναντίον τὸν δεσπότην ὁ δοῦλος ἐξετάζει, ὡς δῆτα πονηρὸν καὶ ἄσωτον ἐκ τούτων ἐπιδείξων.
ἐγὼ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς μὲν ὄψεως τῇ φύσει καὶ τῷ ταχέως βαδίζειν καὶ λαλεῖν μέγα, οὐ τῶν εὐτυχῶς πεφυκότων ἐμαυτὸν κρίνω· ἐφʼ οἷς γὰρ οὐδὲν ὠφελούμενος λυπῶ τινας, ἔλαττον ἔχω πολλαχοῦ· τῷ μέντοι μέτριος κατὰ πάσας τὰς εἰς ἐμαυτὸν δαπάνας εἶναι πολὺ τούτου καὶ τοιούτων ἑτέρων εὐτακτότερον ζῶν ἂν φανείην.
τὰ δʼ εἰς τὴν πόλιν καὶ ὅσʼ εἰς ὑμᾶς, ὡς δύναμαι λαμπρότατα, ὡς ὑμεῖς σύνιστε, ποιῶ· οὐ γὰρ ἀγνοῶ τοῦθʼ ὅτι τοῖς μὲν γένει πολίταις ὑμῖν ἱκανόν ἐστι λῃτουργεῖν ὡς οἱ νόμοι προστάττουσι, τοὺς δὲ ποιητοὺς ἡμᾶς ὡς ἀποδιδόντας χάριν, οὕτω προσήκει φαίνεσθαι λῃτουργοῦντας. μὴ οὖν μοι ταῦτʼ ὀνείδιζε, ἐφʼ οἷς ἐπαίνου τύχοιμʼ ἂν δικαίως.
ἀλλὰ τίνʼ, ὦ Φορμίων, τῶν πολιτῶν ἑταιρεῖν, ὥσπερ σύ, μεμίσθωμαι; δεῖξον. τίνα τῆς πόλεως, ἧς αὐτὸς ἠξιώθην, καὶ τῆς ἐν αὐτῇ παρρησίας ἀπεστέρηκα, ὥσπερ σὺ τοῦτον ὃν κατῄσχυνας; τίνος γυναῖκα διέφθαρκα, ὥσπερ σὺ πρὸς πολλαῖς ἄλλαις ταύτην, ᾗ τὸ μνῆμʼ ᾠκοδόμησεν ὁ θεοῖς ἐχθρὸς οὗτος πλησίον τοῦ τῆς δεσποίνης, ἀνηλωκὼς πλέον ἢ τάλαντα δύο; καὶ οὐκ ᾐσθάνετο, ὅτι οὐχὶ τοῦ τάφου μνημεῖον ἔσται τὸ οἰκοδόμημα τοιοῦτον ὄν, ἀλλὰ τῆς ἀδικίας ἧς τὸν ἄνδρʼ ἠδίκηκεν ἐκείνη διὰ τοῦτον.
εἶτα τοιαῦτα ποιῶν καὶ τηλικαύτας μαρτυρίας ἐξενηνοχὼς τῆς ὕβρεως τῆς σαυτοῦ σύ, τὸν ἄλλου του βίον ἐξετάζειν τολμᾷς; μεθʼ ἡμέραν εἶ σὺ σώφρων, τὴν δὲ νύκτʼ ἐφʼ οἷς θάνατος ἡ ζημία, ταῦτα ποιεῖς. πονηρός, ὦ ἄνδρες Ἀθηναῖοι, πονηρὸς οὗτος ἄνωθεν ἐκ τοῦ Ἀνακείου καὶ ἄδικος. σημεῖον δέ· εἰ γὰρ ἦν δίκαιος, πένης ἂν ἦν τὰ τοῦ δεσπότου διοικήσας. νῦν δὲ τοσούτων χρημάτων τὸ πλῆθος κύριος καταστὰς ὥστε τοσαῦτα λαθεῖν ἀπʼ αὐτῶν κλέψας ὅσα νῦν κέκτηται, οὐκ ὀφείλειν ταῦτα, ἀλλὰ πατρῷʼ ἔχειν ἡγεῖται.