Against Stephanus I
Demosthenes
Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
ὃ τοίνυν ἔπαθον δεινότατον καὶ ἐφʼ ᾧ μάλιστʼ ἐξεπλάγην ὅτʼ ἠγωνιζόμην, ὦ ἄνδρες δικασταί, τοῦθʼ ὑμῖν εἰπεῖν βούλομαι· τήν τε γὰρ τούτου πονηρίαν ἔτι μᾶλλον ὑμεῖς ὄψεσθε, καὶ ἐγὼ τῶν γεγενημένων ἀποδυράμενος τὰ πλεῖστα πρὸς ὑμᾶς ὡσπερεὶ ῥᾴων ἔσομαι. τὴν γὰρ μαρτυρίαν ἣν ᾤμην εἶναι καὶ διʼ ἧς ἦν ὁ πλεῖστος ἔλεγχός μοι, ταύτην οὐχ ηὗρον ἐνοῦσαν ἐν τῷ ἐχίνῳ.
τότε μὲν δὴ τῷ κακῷ πληγεὶς οὐδὲν ἄλλʼ εἶχον ποιῆσαι πλὴν ὑπολαμβάνειν τὴν ἀρχὴν ἠδικηκέναι με καὶ τὸν ἐχῖνον κεκινηκέναι. νῦν δʼ ἀφʼ ὧν ὕστερον πέπυσμαι, πρὸς αὐτῷ τῷ διαιτητῇ Στέφανον τουτονὶ αὐτὴν ὑφῃρημένον εὑρίσκω, πρὸς μαρτυρίαν τινʼ ἵνʼ ἐξορκώσαιμι, ἀναστάντος ἐμοῦ. καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, πρῶτον μὲν ὑμῖν μαρτυρήσουσιν τῶν τούτοις παρόντων οἱ ἰδόντες.
οὐ γὰρ ἐξομνύναι ʼθελήσειν αὐτοὺς οἴομαι. ἐὰν δʼ ἄρα τοῦτο ποιήσωσιν ὑπʼ ἀναιδείας, πρόκλησιν ὑμῖν ἀναγνώσεται, ἐξ ἧς τούτους τʼ ἐπιορκοῦντας ἐπʼ αὐτοφώρῳ λήψεσθε, καὶ τοῦτον ὁμοίως ὑφῃρημένον τὴν μαρτυρίαν εἴσεσθε. καίτοι ὅστις, ὦ ἄνδρες Ἀθηναῖοι, κακῶν ἀλλοτρίων κλέπτης ὑπέμεινεν ὀνομασθῆναι, τί ἂν ἡγεῖσθε ποιῆσαι τοῦτον ὑπὲρ αὑτοῦ;
λέγε τὴν μαρτυρίαν εἶτα τὴν πρόκλησιν ταύτην.
ΜΑΡΤΥΡΙΑ.
μαρτυροῦσι φίλοι εἶναι καὶ ἐπιτήδειοι Φορμίωνι, καὶ παρεῖναι πρὸς τῷ διαιτητῇ Τεισίᾳ, ὅτε ἦν ἀπόφασις τῆς διαίτης Ἀπολλοδώρῳ πρὸς Φορμίωνα, καὶ εἰδέναι τὴν μαρτυρίαν ὑφῃρημένον Στέφανον, ἣν αἰτιᾶται αὐτὸν Ἀπολλόδωρος ὑφελέσθαι.
ἢ μαρτυρεῖτε, ἢ ἐξομόσασθε.
ΕΞΩΜΟΣΙΑ.
οὐκ ἄδηλον ἦν, ὦ ἄνδρες δικασταί, ὅτι τοῦτʼ ἔμελλον ποιήσειν, προθύμως ἐξομεῖσθαι. ἵνα τοίνυν παραχρῆμʼ ἐξελεγχθῶσιν ἐπιωρκηκότες, λαβέ μοι ταύτην τὴν μαρτυρίαν καὶ τὴν πρόκλησιν. ἀναγίγνωσκε.
ΜΑΡΤΥΡΙΑ. ΠΡΟΚΛΗΣΙΣ.
μαρτυροῦσι παρεῖναι ὅτε Ἀπολλόδωρος προὐκαλεῖτο Στέφανον παραδοῦναι τὸν παῖδα τὸν ἀκόλουθον εἰς βάσανον περὶ τῆς ὑφαιρέσεως τοῦ γραμματείου, καὶ γράμματα ἦν ἕτοιμος γράφειν Ἀπολλόδωρος καθʼ ὅ τι ἔσται ἡ βάσανος. ταῦτα δὲ προκαλουμένου Ἀπολλοδώρου οὐκ ἐθελῆσαι παραδοῦναι Στέφανον, ἀλλʼ ἀποκρίνασθαι Ἀπολλοδώρῳ δικάζεσθαι, εἰ βούλοιτο, εἴ τί φησιν ἀδικεῖσθαι ὑφʼ ἑαυτοῦ.
τίς ἂν οὖν ὑπὲρ τοιαύτης αἰτίας, ὦ ἄνδρες δικασταί, εἴπερ ἐπίστευεν αὑτῷ, οὐκ ἐδέξατο τὴν βάσανον; οὐκοῦν τῷ φεύγειν τὴν βάσανον ὑφῃρημένος ἐξελέγχεται. ἆρʼ οὖν ἂν ὑμῖν αἰσχυνθῆναι δοκεῖ τὴν τοῦ τὰ ψευδῆ μαρτυρεῖν δόξαν ὁ τὴν τοῦ κλέπτης φανῆναι μὴ φυγών; ἢ δεηθέντος ὀκνῆσαι τὰ ψευδῆ μαρτυρεῖν, ὃς ἃ μηδεὶς ἐκέλευεν ἐθελοντὴς πονηρὸς ἦν;
δικαίως τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τούτων ἁπάντων δοὺς ἂν δίκην, πολὺ μᾶλλον ἂν εἰκότως διὰ τἄλλα κολασθείη παρʼ ὑμῖν. σκοπεῖτε δέ, τὸν βίον ὃν βεβίωκεν ἐξετάζοντες. οὗτος γάρ, ἡνίκα μὲν συνέβαινεν εὐτυχεῖν Ἀριστολόχῳ τῷ τραπεζίτῃ, ἴσα βαίνων ἐβάδιζεν ὑποπεπτωκὼς ἐκείνῳ, καὶ ταῦτʼ ἴσασι πολλοὶ τῶν ἐνθάδʼ ὄντων ὑμῶν.
ἐπειδὴ δʼ ἀπώλετʼ ἐκεῖνος καὶ τῶν ὄντων ἐξέστη, οὐχ ἥκισθʼ ὑπὸ τούτου καὶ τῶν τοιούτων διαφορηθείς, τῷ μὲν υἱεῖ τῷ τούτου πολλῶν πραγμάτων ὄντων οὐ παρέστη πώποτε, οὐδʼ ἐβοήθησεν, ἀλλʼ Ἀπόληξις καὶ Σόλων καὶ πάντες ἄνθρωποι μᾶλλον βοηθοῦσι· Φορμίωνα δὲ πάλιν ἑόρακεν καὶ τούτῳ γέγονεν οἰκεῖος, ἐξ Ἀθηναίων ἁπάντων τοῦτον ἐκλεξάμενος, καὶ ὑπὲρ τούτου πρεσβευτὴς μὲν ᾤχετʼ εἰς Βυζάντιον πλέων, ἡνίκʼ ἐκεῖνοι τὰ πλοῖα τὰ τούτου κατέσχον, τὴν δὲ δίκην ἔλεγεν τὴν πρὸς τοὺς Καλχηδονίους, τὰ ψευδῆ δʼ ἐμοῦ φανερῶς οὕτως καταμεμαρτύρηκεν.