Against Stephanus I

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

τοῦτο τοίνυν ἐγὼ μὲν οἶδα ψεῦδος ὄν, καὶ ἐλέγξω δέ, ὅταν εἰσίω πρὸς τοὺς ταῦτα μεμαρτυρηκότας· τούτῳ δʼ οὐχ οἷόν τε τοῦτʼ εἰπεῖν. εἰ τοίνυν ἀληθῆ πιστεύσαιτʼ εἶναι τὴν ἄφεσιν, οὕτω καὶ μάλιστʼ ἂν οὗτος φανείη ψευδῆ μεμαρτυρηκὼς καὶ κατεσκευασμένης διαθήκης μάρτυς γεγονώς. τίς γὰρ οὕτως ἄφρων ὥστʼ ἄφεσιν μὲν ἐναντίον μαρτύρων ποιήσασθαι τοῦ βεβαίαν αὑτῷ τὴν ἀπαλλαγὴν εἶναι, τὰς δὲ συνθήκας καὶ τὰς διαθήκας καὶ τἄλλα, ὑπὲρ ὧν ἐποιεῖτο τὴν ἄφεσιν, σεσημασμένʼ ἐᾶσαι καθʼ αὑτοῦ κεῖσθαι;

οὐκοῦν ἐναντία μὲν ἡ παραγραφὴ πᾶσι τοῖς μεμαρτυρημένοις, ἐναντία δʼ ἣν ἀνέγνων ὑμῖν ἄρτι μίσθωσιν, τῇδε τῇ διαθήκῃ· οὐδὲν δὲ τῶν πεπραγμένων οὔτʼ εὔλογον οὔθʼ ἁπλοῦν οὔθʼ ὁμολογούμενον αὐτὸ ἑαυτῷ φαίνεται. ἐκ δὲ τούτου τοῦ τρόπου πάντα πεπλασμένα καὶ κατεσκευασμένʼ ἐλέγχεται.

ὡς μὲν τοίνυν ἐστὶν ἀληθῆ τὰ μεμαρτυρημένα, οὔτʼ αὐτὸν τοῦτον οὔτʼ ἄλλον ὑπὲρ τούτου δεῖξαι δυνήσεσθαι νομίζω. ἀκούω δʼ αὐτὸν τοιοῦτόν τι παρεσκευάσθαι λέγειν, ὡς προκλήσεώς ἐστιν ὑπεύθυνος, οὐχὶ μαρτυρίας, καὶ δυοῖν αὐτῷ προσήκει δοῦναι λόγον, οὐ πάντων τῶν γεγραμμένων, εἴ τε προὐκαλεῖτό με ταῦτα Φορμίων ἢ μή, καὶ εἰ μὴ ἐδεχόμην ἐγώ· ταῦτα μὲν γὰρ ἁπλῶς αὐτὸς μεμαρτυρηκέναι φήσει, τὰ δʼ ἄλλʼ ἐκεῖνον προκαλεῖσθαι, εἰ δʼ ἐστὶν ἢ μὴ ταῦτα, οὐδὲν προσήκειν αὑτῷ σκοπεῖν.

πρὸς δὴ τὸν λόγον τοῦτον καὶ τὴν ἀναίδειαν βέλτιόν ἐστι μικρὰ προειπεῖν ὑμῖν, ἵνα μὴ λάθητʼ ἐξαπατηθέντες. πρῶτον μέν, ὅταν ἐγχειρῇ λέγειν τοῦτο, ὡς ἄρʼ οὐ πάντων ὑπεύθυνός ἐστιν, ἐνθυμεῖσθʼ ὅτι διὰ ταῦθʼ ὁ νόμος μαρτυρεῖν ἐν γραμματείῳ κελεύει, ἵνα μήτʼ ἀφελεῖν ἐξῇ μήτε προσθεῖναι τοῖς γεγραμμένοις μηδέν. τότʼ οὖν αὐτὸν ἔδει ταῦτʼ ἀπαλείφειν κελεύειν ἃ νῦν οὐ φήσει μεμαρτυρηκέναι, οὐ νῦν ἐνόντων ἀναισχυντεῖν.

ἔπειτα καὶ τόδε σκοπεῖτε, εἰ ἐάσαιτʼ ἂν ἐναντίον ὑμῶν ἐμὲ προσγράψαι τι λαβόντα τὸ γραμματεῖον. οὐ δήπου. οὔκουν οὐδὲ τοῦτον ἀφαιρεῖν τῶν γεγραμμένων ἐᾶν προσήκει. τίς γὰρ ἁλώσεταί ποτε ψευδομαρτυρίων, εἰ μαρτυρήσει θʼ ἃ βούλεται, καὶ λόγον ὧν βούλεται δώσει; ἀλλʼ οὐχ οὕτω ταῦτʼ οὔθʼ ὁ νόμος διεῖλεν οὔθʼ ὑμῖν ἀκούειν προσήκει· ἀλλʼ ἐκεῖνʼ ἁπλοῦν καὶ δίκαιον. τί γέγραπται; τί μεμαρτύρηκας; ταῦθʼ ὡς ἀληθῆ δείκνυε. καὶ γὰρ ἀντιγέγραψαι ταῦτα ἀληθῆ μεμαρτύρηκα, μαρτυρήσας τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα, οὐ τὸ καὶ τὸ τῶν ἐν τῷ γραμματείῳ.

ὅτι δʼ οὕτω ταῦτʼ ἔχει, λαβὲ τὴν ἀντιγραφὴν αὐτήν μοι. λέγε.

ΑΝΤΙΓΡΑΦΗ.

Ἀπολλόδωρος Πασίωνος Ἀχαρνεὺς Στεφάνῳ Μενεκλέους Ἀχαρνεῖ ψευδομαρτυρίων, τίμημα τάλαντον. τὰ ψευδῆ μου κατεμαρτύρησε Στέφανος μαρτυρήσας τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα.

Στέφανος Μενεκλέους Ἀχαρνεὺς τἀληθῆ ἐμαρτύρησα μαρτυρήσας τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα.

ταῦθʼ οὗτος ἀντεγράψατο, ἃ χρὴ μνημονεύειν ὑμᾶς, καὶ μὴ τοὺς ἐπʼ ἐξαπάτῃ νῦν λόγους ὑπὸ τούτου ῥηθησομένους πιστοτέρους ποιεῖσθαι τῶν νόμων καὶ τῶν ὑπὸ τούτου γραφέντων εἰς τὴν ἀντιγραφήν.

πυνθάνομαι τοίνυν αὐτοὺς καὶ περὶ ὧν ἔλαχον τὴν ἐξ ἀρχῆς δίκην, ἐρεῖν καὶ κατηγορήσειν, ὡς συκοφαντήματʼ ἦν. ἐγὼ δʼ ὃν μὲν τρόπον ἐσκευωρήσατο τὴν μίσθωσιν, ὅπως τὴν ἀφορμὴν τῆς τραπέζης κατάσχοι, εἶπον καὶ διεξῆλθον ὑμῖν, ὑπὲρ δὲ τῶν ἄλλων οὐκ ἂν οἷός τʼ εἴην λέγειν ἅμα καὶ τούτους ἐλέγχειν περὶ τῆς μαρτυρίας· οὐ γὰρ ἱκανόν μοι τὸ ὕδωρ ἐστίν.

ὅτι δʼ οὐδʼ ὑμεῖς ἐθέλοιτʼ ἂν εἰκότως ἀκούειν περὶ τούτων αὐτῶν, ἐκεῖθεν εἴσεσθε, ἂν λογίσησθε πρὸς ὑμᾶς αὐτούς, ὅτι οὔτε νῦν ἐστιν χαλεπὸν περὶ ὧν μὴ κατηγόρηται λέγειν, οὔτε τότε ψευδεῖς ἀναγνόντα μαρτυρίας ἀποφεύγειν. ἀλλʼ οὐδέτερόν γε δίκαιον τούτων οὐδʼ ἂν εἷς φήσειεν εἶναι, ἀλλʼ ὃ ἐγὼ προκαλοῦμαι νῦν. σκοπεῖτε δʼ ἀκούσαντες.