Against Leochares
Demosthenes
Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
τί τούτου τεκμήριον; συναγαγών τινας τῶν Ὀτρυνέων ὀλίγους καὶ τὸν δήμαρχον πείθει, ἐπειδὰν ἀνοιχθῇ τὸ γραμματεῖον, ἐγγράψαι αὑτόν. καὶ μετὰ ταῦτα ἧκε Παναθηναίων ὄντων τῶν μεγάλων τῇ διαδόσει πρὸς τὸ θεωρικόν, καὶ ἐπειδὴ οἱ ἄλλοι δημόται ἐλάμβανον, ἠξίου καὶ αὑτῷ δίδοσθαι καὶ ἐγγραφῆναι εἰς τὸ γραμματεῖον ἐπὶ τὸ τοῦ Ἀρχιάδου ὄνομα. διαμαρτυρομένων δὲ ἡμῶν, καὶ τῶν ἄλλων δεινὸν φασκόντων εἶναι τὸ γιγνόμενον, ἀπῆλθεν οὔτʼ ἐγγραφεὶς οὔτε τὸ θεωρικὸν λαβών.
τὸν δὲ παρὰ τὸ ψήφισμα τὸ ὑμέτερον ἀξιοῦντα τὸ θεωρικὸν λαμβάνειν πρὶν ἐγγραφῆναι εἰς τοὺς Ὀτρυνέας, ὄντα ἐξ ἑτέρου δήμου, τοῦτον οὐκ οἴεσθε τοῦ κλήρου παρὰ τοὺς νόμους ἀμφισβητεῖν; ἢ τὸν πρὸ τῆς τοῦ δικαστηρίου γνώσεως οὕτως ἀδίκους πλεονεξίας διοικούμενον, τοῦτον πῶς εἰκὸς τῷ πράγματι πιστεύειν; ὁ γὰρ τὸ θεωρικὸν ἀδίκως ἀξιώσας λαμβάνειν καὶ περὶ τοῦ κλήρου τῇ αὐτῇ διανοίᾳ δῆλον ὅτι κέχρηται νυνί.
ἀλλὰ μὴν καὶ τὸν ἄρχοντά γε ἐξηπάτησεν παρακαταβάλλων καὶ ἡμᾶς, καὶ ἀντεγράψατο Ὀτρυνεὺς εἶναι ἐν Ἐλευσινίοις δημοτευόμενος. ἐπειδὴ τοίνυν τούτων πάντων ἀπετύγχανεν, ταῖς παρελθούσαις ἀρχαιρεσίαις ταύταις παρασκευασάμενός τινας τῶν δημοτῶν ἠξίου οὗτος ἐγγράφεσθαι ποιητὸς υἱὸς τῷ Ἀρχιάδῃ.
ἀντιλεγόντων δʼ ἡμῶν καὶ ἀξιούντων, ἐπειδὰν τοῦ κλήρου ἡ διαδικασία γένηται, τηνικαῦτα τοὺς δημότας τὴν ψῆφον φέρειν, πρότερον δὲ μή, τοῦτο μὲν ἐπείσθησαν οὐ διʼ αὑτούς, ἀλλὰ διὰ τοὺς νόμους· δεινὸν γὰρ ἐδόκει εἶναι τὸν παρακαταβεβληκότα τοῦ κλήρου εἰσποιεῖν αὑτὸν ἔτι τῶν πραγμάτων ἀκρίτων ὄντων· ὃ δὲ μετὰ ταῦτα διοικεῖται Λεώστρατος οὑτοσί, τοῦτο πάντων δεινότατόν ἐστιν.
ἐπειδὴ γὰρ αὐτὸς ἀπετύγχανεν τοῦ ἐγγραφῆναι, εἰσποιεῖ Λεωχάρην τὸν αὑτοῦ υἱὸν Ἀρχιάδῃ παρὰ πάντας τοὺς νόμους, πρὶν τοῦ δήμου τὴν δοκιμασίαν γενέσθαι· οὐκ εἰσηγμένου δʼ εἰς τοὺς φράτεράς πω τοὺς Ἀρχιάδου, ἀλλʼ ἐπειδὴ ἐνεγράφη, τηνικαῦτα πείσας ἕνα τινὰ τῶν φρατέρων ἐνέγραψεν εἰς τὸ φρατερικὸν γραμματεῖον.
καὶ μετὰ ταῦτα τῇ διαμαρτυρίᾳ πρὸς τῷ ἄρχοντι τοῦτον ἐπιγράφεται ὡς υἱὸν ὄντα γνήσιον τοῦ τετελευτηκότος ἔτη πολλά, τὸν πρῴην καὶ χθὲς ἐγγραφέντα. καὶ συμβαίνει ἀμφοτέρους αὐτοὺς τῆς κληρονομίας ἀμφισβητεῖν· ὅ τε γὰρ Λεώστρατος οὑτοσὶ παρακατέβαλε τοῦ κλήρου ὡς υἱὸς γνήσιος Ἀρχιάδῃ, ὅ τε Λεωχάρης οὑτοσὶ διαμεμαρτύρηκεν ὡς υἱὸς ὢν γνήσιος τοῦ αὐτοῦ πατρός,
οὐδέτερος δʼ αὐτῶν ζῶντι, ἀλλὰ τετελευτηκότι εἰσποιεῖ αὑτόν. ἡμεῖς δὲ οἰόμεθα δεῖν, ὦ ἄνδρες δικασταί, ἐπειδὰν περὶ τούτου τοῦ ἀγῶνος ὑμεῖς τὴν ψῆφον ἐνέγκητε, τηνικαῦτα ἐκ τῶν κατὰ γένος ἐγγυτάτω ἡμῶν εἰσποιεῖν υἱὸν τῷ τετελευτηκότι, ὅπως ἂν ὁ οἶκος μὴ ἐξερημωθῇ.
πρῶτον μὲν οὖν, ὦ ἄνδρες δικασταί, ὡς ἐπανῆλθεν εἰς τοὺς Ἐλευσινίους ἐκ τῶν Ὀτρυνέων Λεώστρατος οὑτοσὶ καταλιπὼν υἱὸν τῷ Ἀρχιάδῃ γνήσιον, καὶ ὅτι ὁ πατὴρ αὐτοῦ ἔτι πρότερον τὸ αὐτὸ τοῦτʼ ἐπεποιήκει, καὶ ὡς ὁ καταλειφθεὶς ἄπαις τετελεύτηκεν, καὶ ὡς ὁ νῦν διαμεμαρτυρηκὼς πρότερον εἰς τοὺς δημότας ἢ εἰς τοὺς φράτερας ἐνεγράφη, τούτων ὑμῖν τὰς τῶν φρατέρων καὶ τὰς τῶν δημοτῶν μαρτυρίας ἀναγνώσεται, καὶ τῶν ἄλλων δὲ τῶν εἰρημένων, ὧν οὗτοι πεποιήκασιν, ἁπάντων ὑμῖν τὰς μαρτυρίας καθʼ ἓν ἕκαστον παρέξομαι. καί μοι κάλει τοὺς μάρτυρας δευρί.
ΜΑΡΤΥΡΕΣ.