Against Phaenippus

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

ἔτʼ οὖν τὴν αὐτὴν ἡμᾶς τάξιν ἔχειν δεῖ, μὴ τῆς αὐτῆς τύχης ἡμῖν παρακολουθούσης νῦν τε καὶ πρότερον; μηδαμῶς· οὐ γὰρ δίκαιον. ἀλλὰ διάδεξαι καὶ σὺ καὶ μετάλαβε μικρὸν χρόνον τῆς τοῦ λῃτουργοῦντος τάξεως, ἐπειδὴ οἱ μὲν ἐν τοῖς ἔργοις ἠτυχήκασιν, ὑμεῖς δʼ οἱ γεωργοῦντες εὐπορεῖτε μᾶλλον ἢ προσῆκεν. ἱκανὸν γὰρ χρόνον δύʼ οὐσίας καρπούμενος διατελεῖς, τὴν μὲν τοῦ φύσει πατρὸς Καλλίππου, τὴν δὲ τοῦ ποιησαμένου σε, Φιλοστράτου τοῦ ῥήτορος, καὶ οὐδὲν πώποτε τουτοισὶ πεποίηκας.

καίτοι ὁ μὲν ἐμὸς πατὴρ πέντε καὶ τετταράκοντα μνῶν μόνων ἑκατέρῳ, ἐμοὶ καὶ τῷ ἀδελφῷ, τὴν οὐσίαν κατέλιπεν, ἀφʼ ἧς ζῆν οὐ ῥᾴδιόν ἐστιν· οἱ δὲ σοὶ πατέρες τοσούτων ἦσαν κύριοι χρημάτων, ὥσθʼ ἑκατέρου τρίπους ἀνάκειται, νικησάντων αὐτῶν Διονύσια χορηγούντων. καὶ οὐ φθονῶ· δεῖ γὰρ τοὺς εὐπόρους χρησίμους αὑτοὺς παρέχειν τοῖς πολίταις. σὺ τοίνυν δεῖξον χαλκοῦν ἕνα μόνον εἰς τὴν πόλιν ἀνηλωκώς, ὁ τὰς δύο λῃτουργούσας οὐσίας παρειληφώς.

ἀλλʼ οὐ δείξεις· ἀποκρύπτεσθαι γὰρ καὶ διαδύεσθαι καὶ πάντα ποιεῖν ἐξ ὧν μὴ λῃτουργήσεις τουτοισὶ μεμάθηκας. ἀλλʼ ἐγὼ δείξω πόλλʼ ἀνηλωκώς, ὁ τὴν μικρὰν οὐσίαν παραλαβὼν παρὰ τοῦ πατρός. πρῶτον δέ μοι τὸν νόμον ἐκεῖνον ἀνάγνωθι τὸν οὐκ ἐῶντα τῶν ἐν τοῖς ἔργοις οὐδὲν ἀποφαίνειν καὶ τὴν πρόκλησιν, ἔπειτα τὰς μαρτυρίας ὡς δύʼ οἴκων λῃτουργούντων οὑτοσὶ Φαίνιππος κεκληρονόμηκεν.

ΝΟΜΟΣ. ΠΡΟΚΛΗΣΙΣ. ΜΑΡΤΥΡΙΑΙ.

ἓν μόνον ἄν τις ἔχοι δεῖξαι τουτονὶ Φαίνιππον πεφιλοτιμημένον εἰς ὑμᾶς, ἄνδρες δικασταί· ἱπποτρόφος ἀγαθός ἐστιν καὶ φιλότιμος, ἅτε νέος καὶ πλούσιος καὶ ἰσχυρὸς ὤν. τί τούτου μέγα σημεῖον; ἀποδόμενος τὸν πολεμιστήριον ἵππον καταβέβηκεν ἀπὸ τῶν ἵππων, καὶ ἀντʼ ἐκείνου ὄχημʼ αὑτῷ τηλικοῦτος ὢν ἐώνηται, ἵνα μὴ πεζῇ πορεύηται· τοσαύτης οὗτος τρυφῆς ἐστι μεστός. καὶ τοῦτʼ ἀπογέγραφέν μοι, τῶν δὲ κριθῶν καὶ τοῦ οἴνου καὶ τῶν ἄλλων τῶν ἐκ τῆς ἐσχατιᾶς γιγνομένων οὐδὲ τὸ δέκατον μέρος.

ἄξιον ἀφεῖναι νῦν αὐτόν ἐστιν, ἐπειδὴ χρήσιμος καὶ φιλότιμος καὶ τῇ οὐσίᾳ καὶ τῷ σώματι; πολλοῦ γε καὶ δεῖ. καλῶν γὰρ κἀγαθῶν ἐστι δικαστῶν τοὺς μὲν τῶν πολιτῶν ἐθελοντάς, ὅταν εὐπορῶσι, λῃτουργοῦντας καὶ ἐν τοῖς τριακοσίοις ὄντας ἀναπαύειν, ὅταν τούτου δεόμενοι τυγχάνωσιν, τοὺς δὲ νομίζοντας ἀπολλύειν, ὅταν εἰς τὸ κοινόν τι δαπανήσωσιν, ἄγειν εἰς τοὺς προεισφέροντας καὶ μὴ ἐπιτρέπειν δραπετεύειν. λέγε πρῶτον μὲν τὴν μαρτυρίαν, ἔπειτα τὴν ἀπόφασιν αὐτοῦ.

ΜΑΡΤΥΡΙΑ. ΑΠΟΦΑΣΙΣ.

ἔα ταῦτα. καίτοι πολλὰ τῶν ἔνδοθεν ἐκφορήσας, ὦ ἄνδρες δικασταί, Φαίνιππος, ἀνοίξας τὰ παρασεσημασμένα τῶν οἰκημάτων, ὡς ὑμῖν μεμαρτύρηται, καὶ καταλιπὼν ὅσα ἔδοξεν αὐτῷ, δευτέρῳ μηνὶ τὴν ἀπόφασιν ἔδωκέ μοι τῆς οὐσίας. ἀλλʼ ὅμως ἔα ταῦτα. λέγε δʼ ἐντευθενί ἐπὶ τούτοις τάδε ὀφείλω.

ΑΠΟΦΑΣΙΣ.

ἐπίσχες. αὕτη ἐστίν, ὦ ἄνδρες δικασταί, ἡ Ἀριστονόη τοῦ Φιλοστράτου θυγάτηρ, μήτηρ δὲ τουτουί. ταύτῃ χρέως φησὶν ὀφείλεσθαι Φαίνιππος τὴν προῖκα, ἧς οἱ νόμοι κύριον τοῦτον ποιοῦσιν, ψευδόμενος καὶ οὐ δικαίως χρώμενος τῇ ἀποφάσει. διὰ τί γὰρ ἐγώ, Φαίνιππε, μενούσης μοι τῆς μητρὸς ἐν τῷ οἴκῳ καὶ ζώσης καὶ προῖκα ἐπενεγκαμένης, οὐκ ἀπογράφω τὴν προῖκα χρέως αὐτῇ, οὐδὲ παρακρούομαι τοὺς δικαστάς, ἀλλʼ ἐῶ μετέχειν τῶν ἐμαυτοῦ τὴν μητέρα, ἄν τε τὴν Φαινίππου ἄν τε τὴν ἐμαυτοῦ ἔχω οὐσίαν; ὅτι οἱ νόμοι ταῦτα κελεύουσιν, ὦ βέλτιστε· σὺ δὲ πάντα ποιεῖς παρὰ τοὺς νόμους. λέγʼ ἕτερον.

ΑΠΟΦΑΣΙΣ.

ἀκούετε, ὦ ἄνδρες δικασταί· Παμφίλῳ φησὶν καὶ Φειδόλεῳ Ῥαμνουσίοις κοινῇ τάλαντον ἐνοφείλειν καὶ Αἰαντίδῃ Φλυεῖ τετρακισχιλίας καὶ Ἀριστομένει Ἀναγυρασίῳ τέτταρας καὶ δέκα μνᾶς. διὰ τί οὖν, Φαίνιππε, ὅτε μὲν ἐγὼ μάρτυρας ἔχων ἠρώτων σε, εἴ τι ὀφείλεις ἐπὶ τῇ ἐσχατιᾷ, καὶ ἐκέλευον δεῖξαι ὅρον εἴ που ἔπεστι, καὶ διεμαρτυρόμην ὅπως μή μοι ὕστερον κατεσκευασμένοι δανεισταὶ φανήσονται, τότε μὲν οὐδὲν ἀπέφηνας τῶν χρεῶν, ἐπειδὴ δὲ δευτέρῳ μηνὶ τὴν ἀπόφασιν ἔδωκάς μοι, τοῦ νόμου κελεύοντος τριῶν ἡμερῶν, νῦν ἥκουσι δανεισταὶ καὶ ὀφειλήματα πλέον ἢ τριῶν ταλάντων;

ὅτι, ὦ βέλτιστε, οὐδὲν ἄλλο κατασκευάζεις ἢ ὅσονπερ κοινῇ γέγονέ μοι πρὸς τὴν πόλιν ὄφλημα, τοσοῦτο καὶ σοὶ ἰδίᾳ νῦν εἶναι. ὅτι δʼ, ὦ Φαίνιππε, ψεύδει καὶ ἐπιωρκηκὼς ἥκεις πρὸς τούτους, ἤδη φανερῶς ἐλέγξω. λαβέ μοι, γραμματεῦ, τὴν τοῦ Αἰαντίδου καὶ Θεοτέλους μαρτυρίαν, οἷς οὗτος ἀπογέγραφεν ὀφείλονθʼ αὑτὸν τετρακισχιλίας δραχμὰς ψευδόμενος καὶ πάλαι ἀποδεδωκώς, οὐχ ἑκών, ἀλλὰ δίκην ὀφλών. λέγε.

ΜΑΡΤΥΡΙΑ.

ἔπειτʼ, ἄνδρες δικασταί, τὸν οὕτω καταφανῶς ἐν ἅπασιν ἀδίκως πεποιημένον τὴν ἀπόφασιν, καὶ μήτε τῶν νόμων φροντίσαντα μηδέν, οἳ διωρίκασιν ἐν οἷς δεῖ τὴν ἀπόφασιν ποιεῖσθαι χρόνοις, μήτε τῶν ἰδίων ὁμολογιῶν, ἃς ὁμοίως ὑπολαμβάνομεν ἰσχυράς, χωρὶς δὲ τούτων ἀνεῳχότα τὰ σημεῖα τῶν οἰκημάτων καὶ ἐκπεφορηκότα τὸν σῖτον καὶ τὸν οἶνον ἔνδοθεν, πρὸς δὲ τούτοις τὴν ὕλην τὴν τετμημένην πεπρακότα μετὰ τὴν ἀντίδοσιν, πλέον ἢ τριάκοντα μνῶν οὖσαν ἀξίαν, καὶ τὸ πάντων μέγιστον, χρέα ψευδῆ κατεσκευακότα τῆς ἀντιδόσεως ἕνεκα, τοῦτον δικαίως ψηφιεῖσθε πεποιῆσθαι τὴν ἀπόφασιν; μηδαμῶς, ὦ ἄνδρες δικασταί.

ποῖ γὰρ τραπέσθαι δεήσει διαμαρτόντα τῆς ὑμετέρας γνώμης, ὅταν οἱ πλούσιοι καὶ μηδὲν ὑμῖν πώποτε χρήσιμοι γεγενημένοι, πολὺν καὶ σῖτον καὶ οἶνον ποιοῦντες καὶ τοῦτον τριπλασίας τιμῆς ἢ πρότερον διατιθέμενοι, πλεονεκτῶσιν παρʼ ὑμῖν; ὃ μηδαμῶς νυνὶ γενέσθω, ἀλλʼ ὥσπερ καὶ κοινῇ πᾶσιν βεβοηθήκατε τοῖς ἐν τοῖς ἔργοις ἐργαζομένοις, οὕτω καὶ ἰδίᾳ βοηθήσατέ μοι νῦν.

καὶ γὰρ εἰ οἰκέτης ὑμῶν, μὴ πολίτης ἦν, ὁρῶντες ἄν μου τὴν φιλεργίαν καὶ τὴν εἰς ὑμᾶς εὔνοιαν, ἀνεπαύσατʼ ἄν με τῶν ἀναλωμάτων καὶ ἐπὶ τὸν δραπετεύοντα τῶν ἄλλων ἤλθετε. τὸν αὐτὸν τρόπον καὶ νῦν, ἐπειδὰν ἀποτείσω τὰ τρία τάλανθʼ ἃ ὦφλον καὶ ἀναλάβω ἐμαυτόν, πάλιν ἀναπαύσαντες τῶν τεταλαιπωρηκότων ἕτερον ἐπʼ ἔμʼ ἥξετε· νῦν δʼ ἄφετε, ἱκετεύω πάντας ὑμᾶς, ἄνδρες δικασταί, καὶ τὰ δίκαιʼ εἰρηκὼς δέομαι βοηθῆσαί μοι καὶ μή με περιελαθέντα περιιδεῖν ὑπὸ τούτων.