Against Spudias

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

βούλομαι τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ περὶ τῶν ἄλλων ὧν ἐγκαλῶ καθʼ ἕκαστον ὑμᾶς διδάξαι. φιάλην μὲν γὰρ λαβόντες παρὰ τῆς Πολυεύκτου γυναικὸς καὶ θέντες ἐνέχυρα μετὰ χρυσίων, οὐκ ἀνενηνόχασιν κεκομισμένοι ταύτην, ὡς ὑμῖν Δημόφιλος ὁ θέμενος μαρτυρήσει· σκηνὴν δʼ ἣν ἔχουσιν, οὐδέ γε ταύτην λαβόντες ἀναφέρουσιν· ἄλλα δὲ πόσα τοιαῦτα; τὸ δὲ τελευταῖον εἰσενεγκούσης τῆς ἐμῆς γυναικὸς εἰς τὰ Νεμέσεια τῷ πατρὶ μνᾶν ἀργυρίου καὶ προαναλωσάσης, οὐδὲ ταύτης ἀξιοῖ συμβαλέσθαι τὸ μέρος, ἀλλὰ τὰ μὲν ἔχει προλαβών, τῶν δὲ τὰ μέρη κομίζεται, τὰ δʼ οὕτω φανερῶς οὐκ ἀποδίδωσιν. ἵνα τοίνυν μηδὲ ταῦτʼ ᾖ παραλελειμμένα, λαβέ μοι πάντων αὐτῶν τὰς μαρτυρίας.

ΜΑΡΤΥΡΙΑΙ.

ἴσως τοίνυν, ὦ ἄνδρες δικασταί, πρὸς μὲν ταῦτʼ οὐδὲν ἀντερεῖ Σπουδίας (οὐδὲ γὰρ ἕξει, καίπερ δεινὸς ὤν)· αἰτιάσεται δὲ Πολύευκτον καὶ τὴν γυναῖκʼ αὐτοῦ, καὶ φήσει πάντα ταῦθʼ ὑπʼ ἐμοῦ πεισθέντας καταχαρίσασθαι, καὶ νὴ Δίʼ ἕτερα πολλὰ καὶ μεγάλα βλάπτεσθαι, καὶ δίκην εἰληχέναι μοι· ταῦτα γὰρ καὶ πρὸς τῷ διαιτητῇ λέγειν ἐπεχείρει.

ἐγὼ δʼ, ὦ ἄνδρες δικασταί, πρῶτον μὲν οὐχ ἡγοῦμαι δικαίαν εἶναι τὴν ἀπολογίαν τὴν τοιαύτην, οὐδὲ προσήκειν, ὅταν τις φανερῶς ἐξελέγχηται, μεταστρέψαντα τὰς αἰτίας ἐγκαλεῖν καὶ διαβάλλειν· ἀλλʼ ἐκείνων μέν, εἴπερ ἀδικεῖται, δῆλον ὅτι δίκην λήψεται, τούτων δὲ δώσει· πῶς γὰρ ἂν ἐγὼ νῦν ταῖς τούτων διαβολαῖς ἀντιδικοίην, ἀφεὶς ὑπὲρ ὧν ὑμεῖς μέλλετε τὴν ψῆφον οἴσειν;

ἔπειτα θαυμάζω τί δήποτε, εἴπερ ἀληθῆ καὶ δίκαιʼ εἶχεν ἐγκαλεῖν, βουλομένων ἡμᾶς τῶν φίλων διαλύειν καὶ πολλῶν λόγων γενομένων οὐχ οἷος ἦν ἐμμένειν οἷς ἐκεῖνοι γνοῖεν. καίτοι τίνες ἂν ἄμεινον καὶ τῶν τούτου καὶ τῶν ἐμῶν ἐγκλημάτων τὰ μηδὲν ὄντʼ ἐξήλεγξαν τῶν παραγεγενημένων ἅπασι τούτοις, τῶν εἰδότων οὐδὲν ἧττον ἡμῶν τὰ γενόμενα, τῶν κοινῶν ἀμφοτέροις καὶ φίλων ὄντων;

ἀλλὰ δῆλον ὅτι τούτῳ ταῦτʼ οὐκ ἐλυσιτέλει, φανερῶς ὑπʼ αὐτῶν ἐξελεγχομένῳ τοῦτον τὸν τρόπον λαβεῖν διάλυσιν· μὴ γὰρ οἴεσθʼ, ὦ ἄνδρες δικασταί, τοὺς εἰδότας ἅπαντα ταῦτα νυνὶ μὲν ὑποκινδύνους αὑτοὺς καθιστάντας ἐμοὶ μαρτυρεῖν, τότε δʼ ἂν ὀμόσαντας ἄλλο τι γνῶναι περὶ αὐτῶν. οὐ μὴν ἀλλʼ εἰ καὶ μηδὲν τούτων ὑπῆρχεν ὑμῖν, οὐδʼ ὣς χαλεπόν ἐστιν γνῶναι περὶ αὐτῶν, ὁπότεροι τἀληθῆ λέγουσιν.

περὶ μὲν γὰρ τῆς οἰκίας, εἰ φησὶν ὑπʼ ἐμοῦ πεισθέντα Πολύευκτον προστάξαι τοὺς ὅρους στῆσαι τῶν χιλιῶν, ἀλλʼ οὐ δήπου καὶ τοὺς μάρτυρας ἔπεισα, ὦ Σπουδία, ψευδῆ μοι μαρτυρεῖν, τοὺς παραγενομένους ὅτʼ ἠγγύα μοι, τοὺς εἰδότας ἔλαττόν με κομισάμενον, τοὺς ἀκούοντας ὁμολογοῦντος ὀφείλειν ἐμοὶ συστήσαντος ἀποδοῦναι, τοὺς τὸ τελευταῖον ταῖς διαθήκαις παραγενομένους· τούτοις γὰρ ἅπασιν οὐκέτι καταχαρίσασθαι ταῦθʼ ὑπῆρχεν, ἀλλὰ κινδυνεύειν τῶν ψευδομαρτυρίων, εἰ μηδὲν τῶν γενομένων μαρτυροῖεν. ἀφῶμεν τοίνυν τοῦτʼ ἤδη.

πρὸς ἐκεῖνο δὲ τί ἂν λέγοις; ἀκριβῶς γὰρ ὅπως τούτους διδάξεις· εἰ δὲ μή, πάντες ὑμεῖς ἀπαιτεῖτʼ αὐτόν. ὅτε γὰρ Πολύευκτος διετίθετο ταῦτα, παρῆν μὲν ἡ τούτου γυνή, καὶ δῆλον ὅτι τὰς τοῦ πατρὸς διαθήκας ἀνήγγειλεν, ἄλλως τʼ εἰ καὶ μηδὲν ἴσον εἶχεν ἀλλʼ ἐν ἅπασιν ἠλαττοῦτο, παρεκλήθη δʼ αὐτὸς οὗτος, ὥστε μηδὲ τοῦτʼ εἶναι λέγειν, ὡς λάθρᾳ καὶ διακρυψάμενοι τούτους ἐπράττομεν ταῦτα· παρακαλούμενος γὰρ ἔφησεν αὐτὸς μὲν ἀσχολίαν ἄγειν, τὴν δὲ γυναῖκʼ ἐξαρκεῖν τὴν αὑτοῦ παροῦσαν.

τί ἔτι λοιπόν; ἀπαγγείλαντος Ἀριστογένους αὐτῷ περὶ ἁπάντων τούτων ἀκριβῶς, οὐδʼ ἐνταῦθʼ οὐδένα φαίνεται λόγον ποιησάμενος, ἀλλʼ ἐπιβιόντος μετὰ ταῦτα τοῦ Πολυεύκτου πλέον ἢ πένθʼ ἡμέρας, οὔτʼ ἠγανάκτησεν εἰσελθὼν οὔτʼ ἀντεῖπεν οὐδέν, οὐδʼ ἡ γυνή, παροῦσʼ ἐξ ἀρχῆς ἅπασιν τούτοις. ὥστʼ οὐκέτι Πολύευκτος αὐτὰ πεισθεὶς ἐμοὶ κατεχαρίζετο, ὡς ἔοικεν, ἀλλʼ ὑμεῖς αὐτοί. ταῦτα τοίνυν, ὦ ἄνδρες δικασταί, μεμνημένοι σαφῶς, ἐὰν ἄρα τι περὶ αὐτῶν ἐγχειρῇ νυνὶ διαβάλλειν, ἀντίθετε. πρῶτον δʼ ἵνʼ εἰδῆτʼ ἀκριβῶς ὅτι τοῦτον τὸν τρόπον ἔχει, τῶν μαρτύρων ἀκούσατε. λέγε.

ΜΑΡΤΥΡΕΣ.

οὐκοῦν, ὦ ἄνδρες δικασταί, τῶν μὲν χιλίων δραχμῶν ὡς δικαίως καὶ προσοφειλομένων ἀπετίμησέ μοι τὴν οἰκίαν ὁ Πολύευκτος, αὐτὸς οὗτός μοι μαρτυρεῖ καὶ ἡ τούτου γυνὴ πρὸς τοῖς ἄλλοις τούτοις τοῖς μεμαρτυρηκόσι, συγχωροῦντες τότε καὶ οὔτε πρὸς τὸν Πολύευκτον ἀντειπόντες ἐπιβιόντα τοσαύτας ἡμέρας, οὔτε πρὸς τὸν Ἀριστογένη, ἐπεὶ τάχιστʼ ἤκουσαν. ἀλλὰ μὴν εἴ γε δικαίως ἀπετιμήθη, μεμνημένοις τοῦ νόμου κατὰ μὲν τοῦθʼ ὑμῖν οὐκ ἔστιν ἀποψηφίσασθαι Σπουδίου.

σκέψασθε δὲ καὶ περὶ τῶν εἴκοσι μνῶν, ἃς οὐκ ἐπαναφέρει· καὶ γὰρ ἐνταυθοῖ πάλιν αὐτὸς οὗτός μοι μέγιστος ἔσται μάρτυς, οὐ λόγῳ μὰ Δίʼ ὥσπερ νῦν ἀντιδικῶν (τουτὶ μὲν γὰρ οὐδὲν τεκμήριόν ἐστιν), ἀλλʼ ἔργῳ περιφανεῖ. τί ποιῶν, ὦ ἄνδρες δικασταί; τούτῳ γὰρ ἤδη προσέχετε τὸν νοῦν, ἵνʼ ἐὰν ἄρα τολμᾷ τι καὶ περὶ τῆς μητρὸς τῶν γυναικῶν βλασφημεῖν ἢ περὶ τῶν γραμμάτων, εἰδότας ὑμᾶς μὴ δύνηται λέγων ἐξαπατᾶν.