Against Boeotus I

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.

ἀκούετʼ, ἄνδρες Ἀθηναῖοι, ὅτι ἐγὼ μέν εἰμʼ ἐπὶ τοὐνόματος τούτου πάντα τὸν χρόνον, τουτονὶ δὲ Βοιωτὸν εἰς τοὺς φράτερας, ἡνίκʼ ἠναγκάσθη, ἐνέγραψεν ὁ πατήρ. ἡδέως τοίνυν ἐροίμην ἂν αὐτὸν ἐναντίον ὑμῶν· εἰ μὴ ἐτελεύτησεν ὁ πατήρ, τί ἄν ποτʼ ἐποίεις πρὸς τοῖς δημόταις; οὐκ ἂν εἴας σεαυτὸν ἐγγράφειν Βοιωτόν; ἀλλʼ ἄτοπον δίκην μὲν λαγχάνειν τούτου, κωλύειν δὲ πάλιν. καὶ μὴν εἴ γʼ εἴας αὐτόν, ἐνέγραψεν ἄν σʼ εἰς τοὺς δημότας, ὅπερ εἰς τοὺς φράτερας. οὐκοῦν δεινόν, ὦ γῆ καὶ θεοί, φάσκειν μὲν ἐκεῖνον αὑτοῦ πατέρʼ εἶναι, τολμᾶν δʼ ἄκυρα ποιεῖν ἁκεῖνος ἔπραξεν ζῶν.

ἐτόλμα τοίνυν πρὸς τῷ διαιτητῇ πρᾶγμʼ ἀναιδέστατον λέγειν, ὡς ὁ πατὴρ αὑτοῦ δεκάτην ἐποίησεν ὥσπερ ἐμοῦ καὶ τοὔνομα τοῦτʼ ἔθετʼ αὐτῷ, καὶ μάρτυράς τινας παρείχετο, οἷς ἐκεῖνος οὐδεπώποτʼ ὤφθη χρώμενος. ἐγὼ δʼ οὐδένʼ ὑμῶν ἀγνοεῖν οἴομαι, ὅτι οὔτʼ ἂν ἐποίησε δεκάτην οὐδεὶς παιδίου μὴ νομίζων αὑτοῦ δικαίως εἶναι, οὔτε ποιήσας καὶ στέρξας, ὡς ἂν υἱόν τις στέρξαι, πάλιν ἔξαρνος ἐτόλμησε γενέσθαι.

οὐδὲ γὰρ εἴ τι τῇ μητρὶ πρὸς ὀργὴν ἦλθεν τῇ τούτων, τούτους ἂν ἐμίσει, νομίζων αὑτοῦ εἶναι· πολὺ γὰρ μᾶλλον εἰώθασιν, ὧν ἂν ἑαυτοῖς διενεχθῶσιν ἀνὴρ καὶ γυνή, διὰ τοὺς παῖδας καταλλάττεσθαι ἢ διʼ ἃν ἀδικηθῶσιν ὑφʼ αὑτῶν, τοὺς κοινοὺς παῖδας πρὸς μισεῖν. οὐ τοίνυν ἐκ τούτων ἔστιν ἰδεῖν μόνον ὅτι ψεύσεται, ταῦτʼ ἂν λέγῃ, ἀλλὰ πρὶν ἡμέτερος φάσκειν συγγενὴς εἶναι, εἰς Ἱπποθωντίδʼ ἐφοίτα φυλὴν εἰς παῖδας χορεύσων.

καίτοι τίς ἂν ὑμῶν οἴεται τὴν μητέρα πέμψαι τοῦτον εἰς ταύτην τὴν φυλήν, δεινὰ μέν, ὥς φησιν, ὑπὸ τοῦ πατρὸς πεπονθυῖαν, δεκάτην δʼ εἰδυῖαν πεποιηκότʼ ἐκεῖνον καὶ πάλιν ἔξαρνον ὄντα; ἐγὼ μὲν οὐδένʼ ἂν οἶμαι. εἰς γὰρ τὴν Ἀκαμαντίδʼ ὁμοίως ἐξῆν σοι φοιτᾶν, καὶ ἐφαίνετʼ ἂν οὖσʼ ἀκόλουθος ἡ φυλὴ τῇ θέσει τοὐνόματος. ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω, τούτων μάρτυρας ὑμῖν τοὺς συμφοιτῶντας καὶ τοὺς εἰδότας παρέξομαι.

ΜΑΡΤΥΡΕΣ.

οὕτω τοίνυν φανερῶς παρὰ τὸν τῆς αὑτοῦ μητρὸς ὅρκον καὶ τὴν τοῦ δόντος ἐκείνῃ τὸν ὅρκον εὐήθειαν πατρὸς τετυχηκὼς καὶ ἀνθʼ Ἱπποθωντίδος ἐν Ἀκαμαντίδι φυλῇ γεγονώς, οὐκ ἀγαπᾷ Βοιωτὸς οὑτοσί, ἀλλὰ καὶ δίκας ἐμοὶ δύʼ ἢ τρεῖς εἴληχεν ἀργυρίου πρὸς αἷς καὶ πρότερόν μʼ ἐσυκοφάντει. καίτοι πάντας οἶμαι τοῦθʼ ὑμᾶς εἰδέναι, τίς ἦν χρηματιστὴς ὁ πατήρ.

ἐγὼ δʼ ἐάσω ταῦτα. ἀλλʼ εἰ δίκαιʼ ὀμώμοκεν ἡ μήτηρ ἡ τούτων, ἐπʼ αὐτοφώρῳ συκοφάντην ἐπιδεικνύει τοῦτον ταῖς δίκαις ταύταις. εἰ γὰρ οὕτω δαπανηρὸς ἦν, ὥστε γάμῳ γεγαμηκὼς τὴν ἐμὴν μητέρα, ἑτέραν εἶχε γυναῖκα, ἧς ὑμεῖς ἐστέ, καὶ δύʼ οἰκίας ᾤκει, πῶς ἂν ἀργύριον τοιοῦτος ὢν κατέλιπεν;

οὐκ ἀγνοῶ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι Βοιωτὸς οὑτοσὶ δίκαιον μὲν οὐδὲν ἕξει λέγειν, ἥξει δʼ ἐπὶ ταῦθʼ ἅπερ ἀεὶ λέγει, ὡς ἐπηρέαζεν ὁ πατὴρ αὐτῷ πειθόμενος ὑπʼ ἐμοῦ, ἀξιοῖ δʼ αὐτὸς ὡς δὴ πρεσβύτερος ὢν τοὔνομʼ ἔχειν τὸ τοῦ πρὸς πατρὸς πάππου. πρὸς δὴ ταῦτʼ ἀκοῦσαι βέλτιον ὑμᾶς βραχέα. ἐγὼ γὰρ οἶδα τοῦτον, ὅτʼ οὔπω συγγενὴς ἦν ἐμοί, ὁρῶν ὥσπερ ἂν ἄλλον τινʼ οὑτωσί, νεώτερον ὄντʼ ἐμοῦ καὶ συχνῷ, ὅσʼ ἐξ ὄψεως, οὐ μὴν ἰσχυρίζομαι τούτῳ (καὶ γὰρ εὔηθες)·

ἀλλʼ εἴ τις ἔροιτο Βοιωτὸν τουτονί, ὅτʼ ἐν Ἱπποθωντίδι φυλῇ ἠξίους χορεύειν, οὔπω τοῦ πατρὸς εἶναι φάσκων τοῦ ἐμοῦ υἱός, τί σαυτὸν ἔχειν δικαίως ἂν θείης ὄνομα; εἰ γὰρ Μαντίθεον, οὐκ ἂν διὰ τοῦτό γε φαίης ὅτι πρεσβύτερος εἶ ἐμοῦ. ὃς γὰρ οὐδὲ τῆς φυλῆς τότε σοι προσήκειν ἡγοῦ τῆς ἐμῆς, πῶς ἂν τοῦ γε πάππου τοῦ ἐμοῦ ἠμφεσβήτεις;

ἔτι δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν μὲν τῶν ἐτῶν χρόνον οὐδεὶς οἶδεν ὑμῶν (ἐγὼ μὲν γὰρ ἐμοὶ πλείονα, οὗτος δʼ ἑαυτῷ φήσει), τὸν δὲ τοῦ δικαίου λόγον ἅπαντες ἐπίστασθε. ἔστι δʼ οὗτος τίς; ἀφʼ οὗ παῖδας ἐποιήσατο τούτους ὁ πατήρ, ἀπὸ τούτου καὶ νομίζεσθαι. πρότερον τοίνυν ἔμʼ εἰς τοὺς δημότας ἐνέγραψε Μαντίθεον, πρὶν εἰσαγαγεῖν τοῦτον εἰς τοὺς φράτερας. ὥστʼ οὐ τῷ χρόνῳ μόνον, ἀλλὰ καὶ τῷ δικαίῳ πρεσβεῖον ἔχοιμʼ ἂν ἐγὼ τοὔνομα τοῦτʼ εἰκότως.

εἶεν. εἰ δέ τίς σʼ ἔροιτο, εἰπέ μοι, Βοιωτέ, πόθεν νῦν Ἀκαμαντίδος φυλῆς γέγονας καὶ τῶν δήμων Θορίκιος καὶ υἱὸς Μαντίου, καὶ τὸ μέρος τῶν ὑπʼ ἐκείνου καταλειφθέντων ἔχεις; οὐδὲν ἂν ἄλλʼ ἔχοις εἰπεῖν, πλὴν ὅτι κἀμὲ ζῶν ἐποιήσατο Μαντίας. τί τεκμήριον, εἴ τίς σʼ ἔροιτο, ἢ μαρτύριόν ἐστί σοι τούτου; εἰς τοὺς φράτεράς μʼ εἰσήγαγε, φήσειας ἄν. τί οὖν σʼ ἐνέγραψεν ὄνομα, εἴ τις ἔροιτο, Βοιωτὸν ἂν εἴποις· τοῦτο γὰρ εἰσήχθης.

οὐκοῦν δεινὸν εἰ τῆς μὲν πόλεως καὶ τῶν ὑπʼ ἐκείνου καταλειφθέντων διὰ τοὔνομα τοῦτο μέτεστί σοι, τοῦτο δʼ ἀξιοῖς ἀφεὶς ἕτερον μεταθέσθαι σαυτῷ. φέρʼ, εἴ σʼ ὁ πατὴρ ἀξιώσειεν ἀναστάς, ἢ μένειν ἐφʼ οὗ σʼ αὐτὸς ἐποιήσατʼ ὀνόματος, ἢ πατέρʼ ἄλλον σαυτοῦ φάσκειν εἶναι, ἆρʼ οὐκ ἂν μέτριʼ ἀξιοῦν δοκοίη; ταὐτὰ τοίνυν ταῦτʼ ἐγώ σʼ ἀξιῶ, ἢ πατρὸς ἄλλου σεαυτὸν παραγράφειν, ἢ τοὔνομʼ ἔχειν ὃ ʼκεῖνος ἔδωκέ σοι.

νὴ Δίʼ, ἀλλʼ ὕβρει καὶ ἐπηρείᾳ τινὶ τοῦτʼ ἐτέθη σοι. ἀλλὰ πολλάκις μέν, ὅτʼ οὐκ ἐποιεῖθʼ ὁ πατὴρ τούτους, ἔλεγον οὗτοι ὡς οὐδὲν χείρους εἰσὶν οἱ τῆς μητρὸς τῆς τούτου συγγενεῖς τῶν τοῦ πατρὸς τοῦ ἐμοῦ. ἔστι δʼ ὁ Βοιωτὸς ἀδελφοῦ τῆς τούτου μητρὸς ὄνομα. ἐπειδὴ δʼ εἰσάγειν ὁ πατὴρ τούτους ἠναγκάζετο, ἐμοῦ προεισηγμένου Μαντιθέου, οὕτω τοῦτον εἰσάγει Βοιωτόν, τὸν ἀδελφὸν δʼ αὐτοῦ Πάμφιλον. ἐπεὶ σὺ δεῖξον, ὅστις Ἀθηναίων ταὐτὸν ὄνομα τοῖς αὑτοῦ παισὶν ἔθετο δυοῖν· κἂν δείξῃς, ἐγὼ συγχωρήσω διʼ ἐπήρειάν σοι τοῦτο τοὔνομα θέσθαι τὸν πατέρα.

καίτοι εἴ γε τοιοῦτος ἦσθα, ὥστε ποιήσασθαι μὲν σαυτὸν ἀναγκάσαι, ἐξ ὅτου δʼ ἀρέσεις ἐκείνῳ τρόπου μὴ σκοπεῖν, οὐκ ἦσθʼ οἷον δεῖ τὸν προσήκοντʼ εἶναι περὶ τοὺς γονέας, οὐκ ὢν δʼ οὐκ ἐπηρεάζου δικαίως ἄν, ἀλλʼ ἀπωλώλεις. ἢ δεινόν γʼ ἂν εἴη, εἰ κατὰ μὲν τῶν ὑπὸ τοῦ πατρὸς αὐτοῦ νομιζομένων παίδων οἱ περὶ τῶν γονέων ἰσχύσουσιν νόμοι, κατὰ δὲ τῶν αὑτοὺς εἰσβιαζομένων ἄκοντας ποιεῖσθαι ἄκυροι γενήσονται.

ἀλλʼ, ὦ χαλεπώτατε Βοιωτέ, μάλιστα μὲν ὧν πράττεις πάντων παῦσαι, εἰ δʼ ἄρα μὴ βούλει, ἐκεῖνό γε πρὸς Διὸς πείθου· παῦσαι μὲν σαυτῷ παρέχων πράγματα, παῦσαι δʼ ἐμὲ συκοφαντῶν, ἀγάπα δʼ ὅτι σοι πόλις, οὐσία, πατὴρ γέγονεν. οὐδεὶς ἀπελαύνει σʼ ἀπὸ τούτων, οὔκουν ἔγωγε. ἀλλʼ ἂν μέν, ὥσπερ εἶναι φὴς ἀδελφός, καὶ τὰ ἔργʼ ἀδελφοῦ ποιῇς, δόξεις εἶναι συγγενής, ἂν δʼ ἐπιβουλεύῃς, δικάζῃ, φθονῇς, βλασφημῇς, δόξεις εἰς ἀλλότριʼ ἐμπεσὼν ὡς οὐ προσήκουσιν οὕτω χρῆσθαι.

ἐπεὶ ἔγωγʼ οὐδʼ εἰ τὰ μάλισθʼ ὁ πατὴρ ὄντα σʼ ἑαυτοῦ μὴ ἐποιεῖτʼ ἀδικῶ. οὐ γὰρ ἐμοὶ προσῆκεν εἰδέναι, τίνες εἰσὶν υἱεῖς ἐκείνου, ἀλλʼ ἐκείνῳ δεῖξαι, τίνʼ ἐμοὶ νομιστέον ἔστʼ ἀδελφόν. ὃν μὲν τοίνυν οὐκ ἐποιεῖτό σε χρόνον, οὐδʼ ἐγὼ προσήκονθʼ ἡγούμην, ἐπειδὴ δʼ ἐποιήσατο, κἀγὼ νομίζω. τί τούτου σημεῖον; τῶν πατρῴων ἔχεις τὸ μέρος μετὰ τὴν τοῦ πατρὸς τελευτήν· ἱερῶν, ὁσίων μετέχεις· ἀπάγει σʼ οὐδεὶς ἀπὸ τούτων. τί βούλει; ἂν δὲ φῇ δεινὰ πάσχειν καὶ κλάῃ καὶ ὀδύρηται καὶ κατηγορῇ ἐμοῦ, ἃ μὲν ἂν λέγῃ, μὴ πιστεύετε (οὐ γὰρ δίκαιον μὴ περὶ τούτων ὄντος τοῦ λόγου νυνί), ἐκεῖνο δʼ ὑπολαμβάνετε, ὅτι οὐδὲν ἔστʼ αὐτῷ ἧττον δίκην λαμβάνειν Βοιωτῷ κληθέντι.

τί οὖν φιλονικεῖς; μηδαμῶς· μὴ ἔχʼ οὕτω πρὸς ἡμᾶς ἐθελέχθρως· οὐδὲ γὰρ ἐγὼ πρὸς σέ, ἐπεὶ καὶ νῦν, ἵνα μηδὲ τοῦτο λάθῃ σε, ὑπὲρ σοῦ λέγω μᾶλλον, ἀξιῶν μὴ ταὐτὸν ἔχειν ὄνομʼ ἡμᾶς. εἰ γὰρ μηδὲν ἄλλο, ἀνάγκη τὸν ἀκούσαντʼ ἐρέσθαι πότερος, δύʼ ἂν ὦσιν Μαντίθεοι Μαντίου. οὐκοῦν, ὃν ἠναγκάσθη ποιήσασθαι, σὲ ἂν λέγῃ, ἐρεῖ. τί οὖν ἐπιθυμεῖς τούτων; ἀνάγνωθι δέ μοι λαβὼν δύο ταυτασὶ μαρτυρίας, ὡς ἐμοὶ Μαντίθεον καὶ τούτῳ Βοιωτὸν ὁ πατὴρ ὄνομʼ ἔθετο.

ΜΑΡΤΥΡΙΑΙ.

λοιπὸν ἡγοῦμαι τοῦθʼ ὑμῖν ἐπιδεῖξαι, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς οὐ μόνον εὐορκήσετε, ἂν ἁγὼ λέγω ψηφίσησθε, ἀλλὰ καὶ ὡς οὗτος αὐτὸς αὑτοῦ κατέγνω Βοιωτόν, ἀλλʼ οὐ Μαντίθεον ὄνομα δικαίως ἂν ἔχειν. λαχόντος γὰρ ἐμοῦ τὴν δίκην ταύτην Βοιωτῷ Μαντίου Θορικίῳ, ἐξ ἀρχῆς τʼ ἠντεδίκει καὶ ὑπώμνυθʼ ὡς ὢν Βοιωτός, καὶ τὸ τελευταῖον, ἐπεὶ οὐκέτʼ ἐνῆν αὐτῷ διακρούσασθαι, ἐρήμην ἐάσας καταδιαιτῆσαι, σκέψασθε πρὸς θεῶν τί ἐποίησεν·

ἀντιλαγχάνει μοι τὴν μὴ οὖσαν Βοιωτὸν αὑτὸν προσαγορεύσας. καίτοι ἐξ ἀρχῆς τʼ ἔδει ἐᾶν αὐτὸν τελέσασθαι τὴν δίκην κατὰ Βοιωτοῦ, εἴπερ μηδὲν προσῆκεν αὐτῷ τοὐνόματος, ὕστερόν τε μὴ αὐτὸν φαίνεσθαι ἐπὶ τῷ ὀνόματι τούτῳ ἀντιλαγχάνοντα τὴν μὴ οὖσαν. ὃς οὖν αὐτὸς αὑτοῦ κατέγνω δικαίως ἂν εἶναι Βοιωτός, τί ὑμᾶς ἀξιώσει τοὺς ὀμωμοκότας ψηφίζεσθαι; ὡς δὲ ταῦτʼ ἀληθῆ λέγω, λαβέ μοι τὴν ἀντίληξιν καὶ τὸ ἔγκλημα τουτί.

ΑΝΤΙΛΗΞΙΣ. ΕΓΚΛΗΜΑ.

εἰ μὲν τοίνυν οὗτος ἔχει δεῖξαι νόμον ὃς ποιεῖ κυρίους εἶναι τοὺς παῖδας τοῦ ἑαυτῶν ὀνόματος, ἃ λέγει νῦν οὗτος ὀρθῶς ἂν ψηφίζοισθε. εἰ δʼ ὁ μὲν νόμος, ὃν πάντες ἐπίστασθʼ ὁμοίως ἐμοί, τοὺς γονέας ποιεῖ κυρίους οὐ μόνον θέσθαι τοὔνομʼ ἐξ ἀρχῆς, ἀλλὰ κἂν πάλιν ἐξαλεῖψαι βούλωνται καὶ ἀποκηρῦξαι, ἐπέδειξα δʼ ἐγὼ τὸν πατέρα, ὃς κύριος ἦν ἐκ τοῦ νόμου, τούτῳ μὲν Βοιωτόν, ἐμοὶ δὲ Μαντίθεον θέμενον, πῶς ὑμῖν ἔστιν ἄλλο τι πλὴν ἁγὼ λέγω ψηφίσασθαι;

ἀλλὰ μὴν ὧν γʼ ἂν μὴ ὦσι νόμοι, γνώμῃ τῇ δικαιοτάτῃ δικάσειν ὀμωμόκατε, ὥστʼ εἰ μηδεὶς ἦν περὶ τούτων κείμενος νόμος, κἂν οὕτω δικαίως πρὸς ἐμοῦ τὴν ψῆφον ἔθεσθε. τίς γάρ ἐστιν ὑμῶν ὅστις ταὐτὸν ὄνομα τοῖς αὑτοῦ παισὶν τέθειται δυοῖν; τίς δʼ, ᾧ μήπω παῖδες εἰσί, θήσεται;