Against Nausimachus and Xenopeithes
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.
ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, καὶ ὁ μὲν πατὴρ ἐτελεύτησεν εὐθέως μετὰ τὰς διαλύσεις, τῷ Δημαρέτῳ δʼ οὐδεπώποθʼ οὗτοι τούτων τῶν χρημάτων δίκην ἔλαχον, οὐδʼ ὅλως ἐξέπλευσεν ἐκεῖνος οὐδʼ ἀπεδήμησεν ἐκεῖσε, λαβὲ τὰς μαρτυρίας.
ΜΑΡΤΥΡΙΑΙ.
ὅτι μὲν τοίνυν οὔθʼ ὁ πατὴρ μετὰ τὴν ἄφεσιν τὰ χρήματʼ εἰσέπραξεν, οὔτʼ ἂν ἔδωκεν ἑκὼν οὐδείς, εἴ τινʼ ἔπεμψεν ὁ Δημάρετος, οὔτʼ ἀνέπλευσεν αὐτὸς οὐδʼ ἀφίκετʼ ἐκεῖσε, δῆλον ἐκ τῶν χρόνων καὶ τῶν μαρτυριῶν ὑμῖν γέγονεν. βούλομαι τοίνυν καὶ ὅλως ψευδομένους αὐτοὺς ὅλον τὸ πρᾶγμʼ ἐπιδεῖξαι. οὗτοι γὰρ γεγράφασιν εἰς ὃ νῦν ἔγκλημα διώκουσιν, ὀφείλειν ἡμᾶς τὸ ἀργύριον κομισαμένου τοῦ πατρὸς καὶ παραδόντος αὐτοῖς τοῦτο τὸ χρέως ἐν τῷ λόγῳ τῆς ἐπιτροπῆς ὀφειλόμενον. καί μοι λέγʼ αὐτὸ τὸ ἔγκλημα λαβών.
ΕΓΚΛΗΜΑ.
ἀκούετε γεγραμμένον ἐν τῷ ἐγκλήματι παραδόντος ἐμοὶ τοῦ Ἀρισταίχμου τὸ χρέως ἐν τῷ λόγῳ τῆς ἐπιτροπῆς. ὅτε τοίνυν ἐλάγχανον τῷ πατρὶ τῆς ἐπιτροπῆς, τἀναντίʼ ἐγράψαντο τούτων· ὡς γὰρ οὐκ ἀποδόντι λόγον τότʼ ἐγκαλοῦντες φαίνονται. λέγʼ αὐτὸ τὸ ἔγκλημα, ὃ τότʼ ἔλαχον τῷ πατρί.
ΕΓΚΛΗΜΑ.
ἐν ποίῳ δὴ λόγῳ νῦν ἐγκαλεῖθʼ ὡς παρέδωκεν, ὦ Ξενοπείθη καὶ Ναυσίμαχε; τότε μὲν γὰρ ὡς οὐκ ἀποδόντι δίκας ἐλαγχάνετε καὶ χρήματʼ ἐπράττεσθε. εἰ δʼ ἐπʼ ἀμφότερʼ ἔσται συκοφαντεῖν ὑμῖν, καὶ τοτὲ μὲν τοῦ μὴ παραδοῦναι χρήματʼ ἐπράξασθε, τοτὲ δʼ ὡς παραδόντος διώκετε, οὐδὲν κωλύει καὶ τρίτον τι σκοπεῖν μετὰ ταῦτα, ὅτου πάλιν δικάσεσθε. οἱ νόμοι δʼ οὐ ταῦτα λέγουσιν, ἀλλʼ ἅπαξ περὶ τῶν αὐτῶν πρὸς τὸν αὐτὸν εἶναι τὰς δίκας.