Against Pantaenetus

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.

ἐν οἰκέτου σώματι καὶ ψυχῇ ἢ δύʼ ὠφληκέναι τάλαντα, ἢ μηδὲν τὸν συκοφαντοῦντα ζημιοῦσθαι;) ἀλλʼ ἐγὼ πολλῷ τῷ δικαίῳ περιεῖναι βουλόμενος συνεχώρουν. καὶ μετὰ ταῦτα προσκαλεῖται μέν με τὴν δίκην πάλιν, ἐπειδὴ θᾶττον ἀνείλετο τὰς παρακαταβολάς (οὕτως εὐθὺς ἦν δῆλος οὐδʼ οἷς αὐτὸς ὡρίσατʼ ἐμμένων δικαίοις)·

ἐπειδὴ δʼ ἥκομεν πρὸς τὸν βασανιστήν, ἀντὶ τοῦ τὴν πρόκλησιν ἀνοίξας δεῖξαι τὰ γεγραμμένα καὶ κατὰ ταῦτα πράττειν ὅ τι δόξαι (διὰ γὰρ τὸν θόρυβον τότε καὶ τὸ μέλλειν καλεῖσθαι τὴν δίκην τοιοῦτον ἦν· προκαλοῦμαί σε ταυτί· δέχομαι· φέρε δὴ τὸν δακτύλιον· λαβέ· τίς δʼ ἐγγυητής; οὑτοσί· οὐδὲν οὔτʼ ἀντίγραφον οὔτʼ ἄλλʼ οὐδὲν ἐποιησάμην τοιοῦτον) ἀντὶ δὲ τοῦ ταῦθʼ οὕτως ὥσπερ λέγω πράττειν ἑτέραν ἧκεν ἔχων πρόκλησιν, ἀξιῶν αὐτὸς βασανίζειν τὸν ἄνθρωπον, καὶ ἐπιλαβόμενος εἷλκεν, καὶ ἐνέλειπεν οὐδὲν ἀσελγείας.

καὶ ἔγωγʼ ἐνεθυμήθην, ὦ ἄνδρες δικασταί, ἡλίκον ἐστὶ πλεονέκτημα τὸ καταπεπλάσθαι τὸν βίον. ἐγὼ γὰρ ἐμαυτῷ ταῦτα πάσχειν ἐδόκουν καταφρονούμενος τῷ ἁπλῶς καὶ ὡς πέφυκα ζῆν, καὶ δίκην διδόναι παμμεγέθη ταῦτʼ ἀνεχόμενος. ὅτι δʼ οὖν ἠναγκαζόμην, παρʼ ἃ ἡγούμην δίκαιʼ εἶναι, ἀντιπροκαλεῖσθαι, καὶ τὸν οἰκέτην παρεδίδουν, καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, λέγε τὴν πρόκλησιν.

ΠΡΟΚΛΗΣΙΣ.

φυγὼν μὲν τοίνυν ταῦτα, φυγὼν δʼ ἃ τὸ πρῶτον αὐτὸς προὐκαλέσατο, ἔγωγʼ, ὅ τι ποτʼ ἐρεῖ πρὸς ὑμᾶς, θαυμάζω. ἵνα δʼ εἰδῆθʼ ὑφʼ οὗ φησὶ καὶ τὰ δεινὰ πεπονθέναι, θεάσασθε. οὗτός ἐστιν ὁ Πανταίνετον ἐκβαλών, οὗτός ἐσθʼ ὁ κρείττων τῶν φίλων τῶν Πανταινέτου καὶ τῶν νόμων. οὐ γὰρ ἔγωγʼ ἐπεδήμουν, οὐδʼ αὐτὸς ἐγκαλεῖ.

βούλομαι δʼ ὑμῖν καὶ διʼ ὧν τοὺς πρότερον δικαστὰς ἐξαπατήσας εἷλε τὸν Εὔεργον εἰπεῖν, ἵνʼ εἰδῆθʼ ὅτι καὶ νῦν οὐδὲν οὔτʼ ἀναιδείας οὔτε τοῦ ψεύδεσθαι παραλείψει. πρὸς δὲ τούτοις καὶ περὶ ὧν ἐμοὶ δικάζεται νυνί, τὰς αὐτὰς οὔσας ἀπολογίας εὑρήσετε· ὅσπερ ἔλεγχος ἀκριβέστατός ἐστιν ὑπὲρ τοῦ τότʼ ἐκεῖνον σεσυκοφαντῆσθαι. οὗτος γὰρ ᾐτιάσατʼ ἐκεῖνον πρὸς ἅπασι τοῖς ἄλλοις ἐλθόντʼ εἰς ἀγρὸν ὡς αὑτὸν ἐπὶ τὰς ἐπικλήρους εἰσελθεῖν καὶ τὴν μητέρα τὴν αὑτοῦ, καὶ τοὺς νόμους ἧκεν ἔχων τοὺς τῶν ἐπικλήρων πρὸς τὸ δικαστήριον.

καὶ πρὸς μὲν τὸν ἄρχοντα, ὃν τῶν τοιούτων οἱ νόμοι κελεύουσιν ἐπιμελεῖσθαι, καὶ παρʼ ᾧ τῷ μὲν ἠδικηκότι κίνδυνος περὶ τοῦ τί χρὴ παθεῖν ἢ ἀποτεῖσαι, τῷ δʼ ἐπεξιόντι μετʼ οὐδεμιᾶς ζημίας ἡ βοήθεια, οὐδέπω καὶ τήμερον ἐξήτασται, οὐδʼ εἰσήγγειλεν οὔτʼ ἔμʼ οὔτε τὸν Εὔεργον ὡς ἀδικοῦντας, ἐν δὲ τῷ δικαστηρίῳ ταῦτα κατηγόρει καὶ δυοῖν ταλάντοιν εἷλε δίκην.

ἦν γὰρ οἶμαι κατὰ μὲν τοὺς νόμους προειδότα τὴν αἰτίαν, ἐφʼ ᾗ κρίνεται, ῥᾴδιον τἀληθῆ καὶ τὰ δίκαιʼ ἐπιδείξαντʼ ἀποφεύγειν, ἐν δὲ μεταλλικῇ δίκῃ, περὶ ὧν οὐδʼ ἂν ἤλπισεν αὑτοῦ κατηγορηθήσεσθαι, χαλεπὸν παραχρῆμʼ ἔχειν ἀπολύσασθαι τὴν διαβολήν· ἡ δʼ ὀργὴ ἡ παρὰ τῶν ἐξηπατημένων ὑπὸ τούτου δικαστῶν, ἐφʼ ᾧ τὴν ψῆφον εἶχον πράγματι, τούτου κατεψηφίσατο.

καίτοι τὸν ἐκείνους ἐξηπατηκότα τοὺς δικαστάς, ἆρʼ ὀκνήσειν ὑμᾶς ἐξαπατᾶν οἴεσθε; ἢ πεπιστευκότʼ εἰσιέναι τοῖς πράγμασιν, ἀλλʼ οὐ τοῖς λόγοις καὶ τοῖς συνεστῶσιν μεθʼ αὑτοῦ μάρτυσιν, τῷ τʼ ἀκαθάρτῳ καὶ μιαρῷ Προκλεῖ, τῷ μεγάλῳ τούτῳ, καὶ Στρατοκλεῖ τῷ πιθανωτάτῳ πάντων ἀνθρώπων καὶ πονηροτάτῳ, καὶ τῷ μηδὲν ὑποστελλόμενον μηδʼ αἰσχυνόμενον κλαήσειν καὶ ὀδυρεῖσθαι;

καίτοι τοσούτου δεῖς ἐλέου τινὸς ἄξιος εἶναι, ὥστε μισηθείης ἂν δικαιότατʼ ἀνθρώπων ἐξ ὧν πεπραγμάτευσαι· ὅς γʼ ὀφείλων μνᾶς ἑκατὸν καὶ πέντε καὶ οὐχ οἷός τʼ ὢν διαλῦσαι, τοὺς ταῦτα συνευπορήσαντας καὶ γενομένους αἰτίους σοι τοῦ τὰ δίκαια ποιῆσαι τοῖς συμβαλοῦσιν ἐξ ἀρχῆς, χωρὶς ὧν περὶ αὐτὰ τὰ συμβόλαιʼ ἠδίκεις, καὶ πρὸς ἀτιμῶσαι ζητεῖς. καὶ τοὺς μὲν ἄλλους τοὺς δανειζομένους ἴδοι τις ἂν ἐξισταμένους τῶν ὄντων· σοὶ δʼ ὁ συμβεβληκὼς τοῦτο πέπονθεν, καὶ δανείσας τάλαντον δύʼ ὤφληκεν συκοφαντηθείς.

ἐγὼ δὲ τετταράκοντα μνᾶς δανείσας δυοῖν ταλάντοιν ταυτηνὶ φεύγω δίκην. καὶ ἐφʼ οἷς δανείσασθαι μὲν οὐδεπώποτʼ ἐδυνήθης ἑκατὸν μνῶν πλέον, πέπρακας δὲ καθάπαξ τριῶν ταλάντων καὶ δισχιλίων, εἰς ταῦτα τέτταρʼ ὡς ἔοικεν ἠδίκησαι τάλαντα. ὑπὸ τοῦ ταῦτα; ὑπὸ τοῦ οἰκέτου νὴ Δία τοῦ ἐμοῦ. τίς δʼ ἂν οἰκέτῃ παραχωρήσειε πολίτης τῶν αὑτοῦ; ἢ τίς ἂν φήσειεν, ὧν δίκην λαχὼν ᾕρηκεν οὗτος Εὔεργον, τούτων καὶ τὸν ἐμὸν παῖδʼ ὑπεύθυνον εἶναι προσήκειν;

χωρὶς δὲ τούτων αὐτὸς αὐτὸν οὗτος ἀφῆκε τῶν τοιούτων αἰτιῶν ἁπασῶν. οὐ γὰρ νῦν ἔδει λέγειν, οὐδʼ εἰς τὴν πρόκλησιν γράφειν ἐν ᾗ βασανίζειν ἐξῄτει, ἀλλὰ λαχόντʼ ἐκείνῳ τὴν δίκην τὸν κύριον διώκειν ἐμέ. νῦν δʼ εἴληχεν μὲν ἐμοί, κατηγορεῖ δʼ ἐκείνου. ταῦτα δʼ οὐκ ἐῶσιν οἱ νόμοι· τίς γὰρ πώποτε τῷ δεσπότῃ λαχών, τοῦ δούλου τὰ πράγματα, ὥσπερ κυρίου, κατηγόρησεν;

ἐπειδὰν τοίνυν τις αὐτὸν ἔρηται καὶ τί δίκαιον ἕξεις λέγειν πρὸς Νικόβουλον; μισοῦσι, φησίν, Ἀθηναῖοι τοὺς δανείζοντας· Νικόβουλος δʼ ἐπίφθονός ἐστι, καὶ ταχέως βαδίζει, καὶ μέγα φθέγγεται, καὶ βακτηρίαν φορεῖ· ταῦτα δʼ ἐστὶν ἅπαντα, φησίν, πρὸς ἐμοῦ. καὶ ταῦτʼ οὐκ αἰσχύνεται λέγων, οὐδὲ τοὺς ἀκούοντας οἴεται μανθάνειν ὅτι συκοφαντοῦντός ἐστι λογισμὸς οὗτος, οὐκ ἀδικουμένου.

ἐγὼ δʼ ἀδικεῖν μὲν οὐδένα τῶν δανειζόντων οἴομαι, μισεῖσθαι μέντοι τινὰς ἂν εἰκότως ὑφʼ ὑμῶν, οἳ τέχνην τὸ πρᾶγμα πεποιημένοι μήτε συγγνώμης μήτʼ ἄλλου μηδενός εἰσιν ἀλλʼ ἢ τοῦ πλείονος. διὰ γὰρ τὸ καὶ δεδανεῖσθαι πολλάκις, μὴ μόνον αὐτὸς τούτῳ δανεῖσαι, οὐδʼ ἐγὼ τούτους ἀγνοῶ, οὐδὲ φιλῶ, οὐ μέντοι γʼ ἀποστερῶ μὰ Δία, οὐδὲ συκοφαντῶ.

ὅστις δʼ εἴργασται μὲν ὥσπερ ἐγὼ πλέων καὶ κινδυνεύων, εὐπορήσας δὲ μικρῶν ἐδάνεισεν ταῦτα, καὶ χαρίσασθαι βουλόμενος καὶ μὴ λαθεῖν διαρρυὲν αὑτὸν τἀργύριον, τί τις ἂν τοῦτον εἰς ἐκείνους τιθείη; εἰ μὴ τοῦτο λέγεις, ὡς ὃς ἂν σοὶ δανείσῃ, τοῦτον δημοσίᾳ μισεῖσθαι προσήκει. λέγε δή μοι τὰς μαρτυρίας, τίς ἐγὼ πρὸς τοὺς συμβάλλοντας ἄνθρωπος καὶ πρὸς τοὺς δεομένους εἰμί.

ΜΑΡΤΥΡΙΑΙ.

τοιοῦτος, ὦ Πανταίνετε, ἐγώ, ὁ ταχὺ βαδίζων, καὶ τοιοῦτος σύ, ὁ ἀτρέμας. ἀλλὰ μὴν περὶ τοῦ ἐμοῦ γε βαδίσματος ἢ τῆς διαλέκτου, τἀληθῆ πάντʼ ἐρῶ πρὸς ὑμᾶς, ὦ ἄνδρες δικασταί, μετὰ παρρησίας. ἐγὼ γὰρ οὐχὶ λέγηθʼ ἐμαυτόν, οὐδʼ ἀγνοῶ, οὐ τῶν εὖ πεφυκότων κατὰ ταῦτʼ ὢν ἀνθρώπων, οὐδὲ τῶν λυσιτελούντως ἑαυτοῖς. εἰ γὰρ ἐν οἷς μηδὲν ὠφελοῦμαι ποιῶν, λυπῶ τινάς, πῶς οὐκ ἀτυχῶ κατὰ τοῦτο τὸ μέρος;

ἀλλὰ τί χρὴ παθεῖν; ἂν τῷ δεῖνι δανείσω, διὰ ταῦτα δίκην προσοφλεῖν; μηδαμῶς. κακίαν γὰρ ἐμοὶ καὶ πονηρίαν οὔθʼ οὗτος προσοῦσαν οὐδεμίαν δείξει, οὔθʼ ὑμῶν τοσούτων ὄντων οὐδὲ εἷς σύνοιδεν. τἄλλα δὲ ταῦθʼ ἕκαστος ἡμῶν, ὅπως ἔτυχεν, πέφυκεν οἶμαι. καὶ φύσει μάχεσθαι μὲν ἔχοντʼ οὐκ εὔπορόν ἐστιν (οὐ γὰρ ἂν ἀλλήλων διεφέρομεν οὐδέν), γνῶναι δʼ ἰδόνθʼ ἕτερον καὶ ἐπιπλῆξαι ῥᾴδιον.

ἀλλὰ τί τούτων ἐμοὶ πρὸς σέ, Πανταίνετε; πολλὰ καὶ δεινὰ πέπονθας; οὐκοῦν εἴληφας δίκην. οὐ παρʼ ἐμοῦ γε; οὐδὲ γὰρ ἠδικήθης οὐδὲν ὑπʼ ἐμοῦ. οὐ γὰρ ἄν ποτʼ ἀφῆκας, οὐδʼ, ὅτʼ Εὐέργῳ προῃροῦ λαγχάνειν, εἴασας ἐμέ, οὐδὲ πρατῆρʼ ἠξίωσας ὑποστῆναι τόν γε δεινά σε καὶ πόλλʼ εἰργασμένον. εἶτα καὶ πῶς ἂν ὁ μὴ παρὼν μηδʼ ἐπιδημῶν ἐγώ τί σʼ ἠδίκησα;

εἰ τοίνυν ὡς οἷόν τε μέγιστʼ ἠδικῆσθαι δοίη τις αὐτῷ καὶ ἐρεῖν ἅπαντʼ ἀληθῆ περὶ τούτων νυνί, ἐκεῖνό γʼ οἶμαι πάντας ἂν ὑμᾶς ὁμολογῆσαι, ὅτι πολλὰ συμβέβηκεν ἠδικῆσθαί τισιν ἤδη μείζω τῶν εἰς χρήματα γιγνομένων ἀδικημάτων· καὶ γὰρ ἀκούσιοι φόνοι καὶ ὕβρεις εἰς ἃ μὴ δεῖ καὶ πόλλʼ ἄλλα τοιαῦτα γίγνεται. ἀλλʼ ὅμως ἁπάντων τούτων ὅρος καὶ λύσις τοῖς παθοῦσι τέτακται τὸ πεισθέντας ἀφεῖναι.

καὶ τοῦθʼ οὕτω τὸ δίκαιον ἐν πᾶσιν ἰσχύει, ὥστʼ ἐὰν ἑλών τις ἀκουσίου φόνου καὶ σαφῶς ἐπιδείξας μὴ καθαρόν, μετὰ ταῦτʼ αἰδέσηται καὶ ἀφῇ, οὐκέτʼ ἐκβαλεῖν κύριος τὸν αὐτόν ἐστιν. οὐδέ γʼ, ἂν ὁ παθὼν αὐτὸς ἀφῇ τοῦ φόνου, πρὶν τελευτῆσαι, τὸν δράσαντα, οὐδενὶ τῶν λοιπῶν συγγενῶν ἔξεστʼ ἐπεξιέναι, ἀλλʼ οὓς ἐκπίπτειν καὶ φεύγειν, ἂν ἁλίσκωνται, καὶ τεθνάναι προστάττουσιν οἱ νόμοι, τούτους, ἐὰν ἀφεθῶσιν ἅπαξ, ἁπάντων ἐκλύει τῶν δεινῶν τοῦτο τὸ ῥῆμα.

εἶθʼ ὑπὲρ μὲν ψυχῆς καὶ τῶν μεγίστων οὕτως ἰσχύει καὶ μένει τὸ ἀφεῖναι, ὑπὲρ δὲ χρημάτων καὶ ἐλαττόνων ἐγκλημάτων ἄκυρον ἔσται; μηδαμῶς. οὐ γὰρ εἰ μὴ τῶν δικαίων ἐγὼ παρʼ ὑμῖν τεύξομαι, τοῦτʼ ἔστι δεινότατον, ἀλλʼ εἰ πρᾶγμα δίκαιον ὡρισμένον ἐκ παντὸς τοῦ χρόνου νῦν καταλύσετʼ ἐφʼ ἡμῶν.