For Phormio
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.
τοσαῦτα τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, Φορμίων χρήσιμος γεγονὼς καὶ τῇ πόλει καὶ πολλοῖς ὑμῶν, καὶ οὐδένʼ οὔτʼ ἰδίᾳ οὔτε δημοσίᾳ κακὸν οὐδὲν εἰργασμένος, οὐδʼ ἀδικῶν Ἀπολλόδωρον τουτονί, δεῖται καὶ ἱκετεύει καὶ ἀξιοῖ σωθῆναι, καὶ ἡμεῖς συνδεόμεθʼ οἱ ἐπιτήδειοι ταῦθʼ ὑμῶν. ἐκεῖνο δʼ ὑμᾶς ἀκοῦσαι δεῖ. τοσαῦτα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, χρήμαθʼ ὑμῖν ἀνεγνώσθη προσηυπορηκώς, ὅσʼ οὔθʼ οὗτος οὔτʼ ἄλλος οὐδεὶς κέκτηται. πίστις μέντοι Φορμίωνι παρὰ τοῖς εἰδόσι καὶ τοσούτων καὶ πολλῷ πλειόνων χρημάτων, διʼ ἧς καὶ αὐτὸς αὑτῷ καὶ ὑμῖν χρήσιμός ἐστιν.
ἃ μὴ προῆσθε, μηδʼ ἐπιτρέψητʼ ἀνατρέψαι τῷ μιαρῷ τούτῳ ἀνθρώπῳ, μηδὲ ποιήσητʼ αἰσχρὸν παράδειγμα, ὡς τὰ τῶν ἐργαζομένων καὶ μετρίως ἐθελόντων ζῆν τοῖς βδελυροῖς καὶ συκοφάνταις ὑπάρχει παρʼ ὑμῶν λαβεῖν· πολὺ γὰρ χρησιμώτερʼ ὑμῖν παρὰ τῷδʼ ὄνθʼ ὑπάρχει. ὁρᾶτε γὰρ αὐτοὶ καὶ ἀκούετε τῶν μαρτύρων, οἷον ἑαυτὸν τοῖς δεηθεῖσι παρέχει.