For Phormio

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.

ὅταν δʼ ὑπὸ τῶν τοῦδʼ ὑποσχέσεων ὑπάγεσθαι φῇ, μέμνησθʼ ὅτι μάρτυρας ὑμῖν παρεσχήμεθα, οἳ χρόνον πολὺν τοῦδʼ ἀπηλλαγμένου μισθωταὶ τούτοις ἐγίγνοντο τῆς τραπέζης καὶ τοῦ ἀσπιδοπηγείου. καίτοι τόθʼ, ὁπηνίκʼ ἐμίσθωσεν ἐκείνοις, τῷδʼ ἐγκαλεῖν παραχρῆμʼ ἐχρῆν, εἴπερ ἀληθῆ ἦν ὑπὲρ ὧν τότʼ ἀφεὶς νῦν τούτῳ δικάζεται. ὡς τοίνυν ἀληθῆ λέγω, καὶ πρεσβεῖά τε τὴν συνοικίαν ἔλαβεν κατὰ τὴν διαθήκην, καὶ τῷδʼ οὐχ ὅπως ἐγκαλεῖν ᾤετο δεῖν, ἀλλʼ ἐπῄνει, λαβὲ τὴν μαρτυρίαν.

ΜΑΡΤΥΡΙΑ.

ἵνα τοίνυν εἰδῆτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅσα χρήματʼ ἔχων ἐκ τῶν μισθώσεων καὶ ἐκ τῶν χρεῶν ὡς ἀπορῶν καὶ πάντʼ ἀπολωλεκὼς ὀδυρεῖται, βραχέʼ ἡμῶν ἀκούσατε. οὗτος γὰρ ἐκ μὲν τῶν χρεῶν ὁμοῦ τάλαντʼ εἴκοσιν εἰσπέπρακται ἐκ τῶν γραμμάτων ὧν ὁ πατὴρ κατέλιπεν, καὶ τούτων ἔχει πλέον ἢ τὰ ἡμίσεα (πολλῶν γὰρ τὰ μέρη τὸν ἀδελφὸν ἀποστερεῖ).