For Phormio

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.

δοκεῖ γάρ μοι καὶ ὁ Σόλων οὐδενὸς ἄλλου ἕνεκα θεῖναι αὐτὸν ἢ τοῦ μὴ συκοφαντεῖσθαι ὑμᾶς. τοῖς μὲν γὰρ ἀδικουμένοις τὰ πέντʼ ἔτη ἱκανὸν ἡγήσατʼ εἶναι εἰσπράξασθαι· κατὰ δὲ τῶν ψευδομένων τὸν χρόνον ἐνόμισεν σαφέστατον ἔλεγχον ἔσεσθαι. καὶ ἅμʼ ἐπειδὴ ἀδύνατον ἔγνω ὂν τούς τε συμβάλλοντας καὶ τοὺς μάρτυρας ἀεὶ ζῆν, τὸν νόμον ἀντὶ τούτων ἔθηκεν, ὅπως μάρτυς εἴη τοῦ δικαίου τοῖς ἐρήμοις.

θαυμάζω τοίνυν ἔγωγʼ, ὦ ἄνδρες δικασταί, τί ποτʼ ἐστὶν ἃ πρὸς ταῦτʼ ἐπιχειρήσει λέγειν Ἀπολλόδωρος οὑτοσί. οὐ γὰρ ἐκεῖνό γʼ ὑπείληφεν, ὡς ὑμεῖς, μηδὲν ὁρῶντες εἰς χρήματα τοῦτον ἠδικημένον, ὀργιεῖσθʼ ὅτι τὴν μητέρʼ ἔγημεν αὐτοῦ Φορμίων. οὐ γὰρ ἀγνοεῖ τοῦτο, οὐδʼ αὐτὸν λέληθεν, οὐδʼ ὑμῶν πολλούς, ὅτι Σωκράτης ὁ τραπεζίτης ἐκεῖνος, παρὰ τῶν κυρίων ἀπαλλαγεὶς ὥσπερ ὁ τούτου πατήρ, ἔδωκε Σατύρῳ τὴν ἑαυτοῦ γυναῖκα, ἑαυτοῦ ποτὲ γενομένῳ.