For Phormio

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.

εὐθὺς τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς ἀφεῖσαν τουτονὶ τῆς μισθώσεως, νέμονται τὴν τράπεζαν καὶ τὸ ἀσπιδοπηγεῖον, καὶ λαβὼν αἵρεσιν Ἀπολλόδωρος αἱρεῖται τὸ ἀσπιδοπηγεῖον ἀντὶ τῆς τραπέζης. καίτοι εἰ ἦν ἰδία τις ἀφορμὴ τούτῳ πρὸς τῇ τραπέζῃ, τί δή ποτʼ ἂν εἵλετο τοῦτο μᾶλλον ἢ ʼκείνην; οὔτε γὰρ ἡ πρόσοδος ἦν πλείων, ἀλλʼ ἐλάττων (τὸ μὲν γὰρ τάλαντον, ἡ δʼ ἑκατὸν μνᾶς ἔφερεν), οὔτε τὸ κτῆμʼ ἥδιον, εἰ προσῆν χρήματα τῇ τραπέζῃ ἴδια. ἀλλʼ οὐ προσῆν. διόπερ σωφρονῶν εἵλετο τὸ ἀσπιδοπηγεῖον οὗτος· τὸ μὲν γὰρ κτῆμʼ ἀκίνδυνόν ἐστιν, ἡ δʼ ἐργασία προσόδους ἔχουσʼ ἐπικινδύνους ἀπὸ χρημάτων ἀλλοτρίων.

πολλὰ δʼ ἄν τις ἔχοι λέγειν καὶ ἐπιδεικνύναι σημεῖα τοῦ τοῦτον συκοφαντεῖν ἐγκαλοῦντʼ ἀφορμήν. ἀλλʼ οἶμαι μέγιστον μέν ἐστιν ἁπάντων τεκμήριον τοῦ μηδεμίαν λαβεῖν ἀφορμὴν εἰς ταῦτα τουτονὶ τὸ ἐν τῇ μισθώσει γεγράφθαι προσοφείλοντα τὸν Πασίωνʼ ἐπὶ τὴν τράπεζαν, οὐ δεδωκότʼ ἀφορμὴν τούτῳ, δεύτερον δὲ τὸ τοῦτον ἐν τῇ νομῇ μηδὲν ἐγκαλοῦντα φαίνεσθαι, τρίτον δʼ, ὅτι μισθῶν ἑτέροις ὕστερον ταὐτὰ ταῦτα τοῦ ἴσου ἀργυρίου οὐ φανήσεται προσμεμισθωκὼς ἰδίαν ἀφορμήν.