For Phormio

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.

τὴν μὲν ἀπειρίαν τοῦ λέγειν, καὶ ὡς ἀδυνάτως ἔχει Φορμίων, αὐτοὶ πάντες ὁρᾶτʼ, ὦ ἄνδρες Ἀθηναῖοι· ἀνάγκη δʼ ἐστὶν τοῖς ἐπιτηδείοις ἡμῖν, ἃ σύνισμεν πολλάκις τούτου διεξιόντος ἀκηκοότες, λέγειν καὶ διδάσκειν ὑμᾶς, ἵνʼ εἰδότες καὶ μεμαθηκότες ὀρθῶς τὰ δίκαια παρʼ ἡμῶν, ἃν ᾖ δίκαια καὶ εὔορκα, ταῦτα ψηφίσησθε.

τὴν μὲν οὖν παραγραφὴν ἐποιησάμεθα τῆς δίκης, οὐχ ἵνʼ ἐκκρούοντες χρόνους ἐμποιῶμεν, ἀλλʼ ἵνα τῶν πραγμάτων, ἐὰν ἐπιδείξῃ μηδʼ ὁτιοῦν ἀδικοῦνθʼ ἑαυτὸν οὑτοσί, ἀπαλλαγή τις αὐτῷ γένηται παρʼ ὑμῖν κυρία. ὅσα γὰρ παρὰ τοῖς ἄλλοις ἐστὶν ἀνθρώποις ἰσχυρὰ καὶ βέβαια ἄνευ τοῦ παρʼ ὑμῖν ἀγωνίσασθαι, ταῦτα πάντα πεποιηκὼς Φορμίων οὑτοσί, καὶ πολλὰ μὲν εὖ πεποιηκὼς Ἀπολλόδωρον τουτονί.