Against Phormio

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.

ἔτι δʼ οὔτʼ εὐποροῦντα οὔθʼ οὕτως ὄντʼ ἀβέλτερον ὥστʼ ἀντὶ δισχιλίων καὶ ἑξακοσίων δραχμῶν τριάκοντα μνᾶς καὶ ἐννέα ἀποδοῦναι, πρός τε τούτοις, ὅτε ἀποδοῦναί φησιν τὸ χρυσίον τῷ Λάμπιδι, οὔτε τὸν παῖδα παραλαβόντα τὸν ἐμὸν οὔτε τὸν κοινωνὸν ἐπιδημοῦντα ἐν Βοσπόρῳ. ἐμοὶ δὲ Λάμπις αὐτὸς μαρτυρῶν φαίνεται ὡς οὐκ ἀπείληφεν τὸ χρυσίον, πρὶν ὑπὸ τούτου διαφθαρῆναι.

καίτοι εἰ καθʼ ἓν ἕκαστον οὕτως ἐδείκνυεν Φορμίων, οὐκ οἶδʼ ὅπως ἂν ἄλλως ἄμεινον ἀπελογήσατο. ὑπὲρ δὲ τοῦ τὴν δίκην εἰσαγώγιμον εἶναι ὁ νόμος αὐτὸς διαμαρτύρεται, κελεύων τὰς δίκας εἶναι τὰς ἐμπορικὰς τῶν συμβολαίων τῶν Ἀθήνησιν καὶ εἰς τὸ Ἀθηναίων ἐμπόριον, καὶ οὐ μόνον τῶν Ἀθήνησιν, ἀλλὰ καὶ ὅσα ἂν γένηται ἕνεκα τοῦ πλοῦ τοῦ Ἀθήναζε. λαβὲ δή μοι τοὺς νόμους.

ΝΟΜΟΙ.

ὡς μὲν τοίνυν γέγονέ μοι τὸ συμβόλαιον πρὸς Φορμίωνʼ Ἀθήνησιν, οὐδʼ αὐτοὶ ἔξαρνοί εἰσιν, παραγράφονται δὲ ὡς οὐκ εἰσαγώγιμον τὴν δίκην οὖσαν. ἀλλʼ εἰς ποῖον δικαστήριον εἰσέλθωμεν, ἄνδρες δικασταί, εἰ μὴ πρὸς ὑμᾶς, οὗπερ τὸ συμβόλαιον ἐποιησάμεθα; δεινὸν γὰρ ἂν εἴη, εἰ μὲν ἕνεκα τοῦ πλοῦ τοῦ Ἀθήναζε ἠδικούμην, εἶναι ἄν μοι παρʼ ὑμῖν τὸ δίκαιον λαβεῖν παρὰ Φορμίωνος, ἐπειδὴ δὲ τὸ συμβόλαιον ἐν τῷ ὑμετέρῳ ἐμπορίῳ γέγονεν, μὴ φάσκειν παρʼ ὑμῖν τούτους ὑφέξειν τὴν δίκην.

καὶ ὅτε μὲν Θεοδότῳ τὴν δίαιταν ἐπετρέψαμεν, ὡμολόγησαν εἶναι καθʼ αὑτῶν ἐμοὶ τὴν δίκην εἰσαγώγιμον· νυνὶ δὲ τοὐναντίον λέγουσιν ὧν πρότερον αὐτοὶ συγκεχωρήκασιν, ὡς δέον παρὰ μὲν τῷ Θεοδότῳ τῷ ἰσοτελεῖ ὑποσχεῖν αὐτοὺς δίκην ἄνευ παραγραφῆς, ἐπειδὴ δὲ εἰς τὸ Ἀθηναίων δικαστήριον εἰσερχόμεθα, μηκέτʼ εἰσαγώγιμον τὴν δίκην εἶναι.

ἐνθυμοῦμαι δʼ ἔγωγε, τί ἄν ποτε εἰς τὴν παραγραφὴν ἔγραψεν, εἰ ὁ Θεόδοτος ἀπέγνω τῆς δίκης, ὅπου νῦν γνόντος τοῦ Θεοδότου ἀπιέναι ἡμᾶς εἰς τὸ δικαστήριον οὔ φησι τὴν δίκην εἶναι εἰσαγώγιμον παρʼ ὑμῖν, πρὸς οὓς ἐκεῖνος ἔγνω ἀπιέναι. πάθοιμι μέντἂν δεινότατα, εἰ οἱ μὲν νόμοι τῶν Ἀθήνησι συμβολαίων κελεύουσι τὰς δίκας εἶναι πρὸς τοὺς θεσμοθέτας, ὑμεῖς δὲ ἀπογνοίητε τῆς δίκης ὀμωμοκότες κατὰ τοὺς νόμους ψηφιεῖσθαι.

τοῦ μὲν οὖν δανεῖσαι ἡμᾶς τὰ χρήματα αἵ τε συνθῆκαι καὶ αὐτὸς οὗτός ἐστι μάρτυς· τοῦ δʼ ἀποδεδωκέναι οὐδείς ἐστι μάρτυς ἔξω τοῦ Λάμπιδος τοῦ συναδικοῦντος. καὶ οὗτος μὲν εἰς ἐκεῖνον μόνον ἀναφέρει τὴν ἀπόδοσιν, ἐγὼ δʼ εἴς τε τὸν Λάμπιν αὐτὸν καὶ τοὺς ἀκούσαντας αὐτοῦ ὅτε οὐκ ἔφη ἀπειληφέναι τὸ χρυσίον. τούτῳ μὲν οὖν τοὺς ἐμοὺς μάρτυρας ἔξεστι κρίνειν, εἰ μή φησι τἀληθῆ μαρτυρεῖν αὐτούς· ἐγὼ δʼ οὐκ ἔχω τί χρήσωμαι τοῖς τούτου μάρτυσιν, οἵ φασιν εἰδέναι τὸν Λάμπιν μαρτυροῦντα ἀπειληφέναι τὸ χρυσίον. εἰ μὲν γὰρ ἡ μαρτυρία ἡ τοῦ Λάμπιδος κατεβάλλετο ἐνταῦθα, ἴσως ἂν ἔφασαν οὗτοι δίκαιον εἶναι ἐπισκήπτεσθαί μʼ ἐκείνῳ· νῦν δʼ οὔτε τὴν μαρτυρίαν ταύτην ἔχω, οὑτοσί τε οἴεται δεῖν ἀθῷος εἶναι οὐδὲν βέβαιον ἐνέχυρον καταλιπὼν ὧν πείθει ὑμᾶς ψηφίζεσθαι.

πῶς δʼ οὐκ ἂν εἴη ἄτοπον, εἰ αὐτοῦ Φορμίωνος ὁμολογοῦντος δανείσασθαι, φάσκοντος δὲ ἀποδεδωκέναι, τὸ μὲν ὁμολογούμενον ὑπʼ αὐτοῦ τούτου ἄκυρον ποιήσαιτε, τὸ δὲ ἀμφισβητούμενον κύριον ψηφίσαισθε; καὶ ὁ μὲν Λάμπις, ᾧ οὗτος σκήπτεται μάρτυρι, μαρτυρεῖ ἔξαρνος γενόμενος τὸ ἐξ ἀρχῆς ὡς οὐκ ἀπείληφεν τὸ χρυσίον· ὑμεῖς δὲ γνοίητε ὡς ἀπείληφεν ἐκεῖνος, ᾧ οὐκ εἰσὶ μάρτυρες τοῦ πράγματος;

καὶ ὅσα μὲν εἶπε μετὰ τῆς ἀληθείας, μὴ χρήσαισθε τεκμηρίῳ, ἃ δʼ ἐψεύσατο ὕστερον, ἐπειδὴ διεφθάρη, πιστότερα ταῦθʼ ὑπολάβοιτε εἶναι; καὶ μήν, ὦ ἄνδρες Ἀθηναῖοι, πολὺ δικαιότερόν ἐστιν τοῖς ἐξ ἀρχῆς ῥηθεῖσι τεκμαίρεσθαι μᾶλλον ἢ τοῖς ὕστερον τεκταινομένοις. τὰ μὲν γὰρ οὐκ ἐκ παρασκευῆς, ἀλλʼ ἐκ τῆς ἀληθείας ἔλεγεν, τὰ δʼ ὕστερον ψευδόμενος καὶ πρὸς τὸ συμφέρον αὑτῷ.

ἀναμνήσθητε δέ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι οὐδʼ αὐτὸς ὁ Λάμπις ἔξαρνος ἐγένετο ὡς οὐκ εἴη εἰρηκὼς ὅτι οὐκ ἀπείληφεν τὸ χρυσίον, ἀλλʼ εἰπεῖν μὲν ὡμολόγει, οὐ μέντοι γε ἐντὸς ὢν αὑτοῦ εἰπεῖν. οὔκουν ἄτοπον, εἰ τῆς ἐκείνου μαρτυρίας τὸ μὲν πρὸς τοῦ ἀποστεροῦντος πιστῶς ἀκούσεσθε, τὸ δʼ ὑπὲρ τῶν ἀποστερουμένων ἄπιστον ἔσται παρʼ ὑμῖν;

μηδαμῶς, ὦ ἄνδρες δικασταί. ὑμεῖς γάρ ἐστε οἱ αὐτοὶ οἱ τὸν ἐπιδεδανεισμένον ἐκ τοῦ ἐμπορίου πολλὰ χρήματα καὶ τοῖς δανεισταῖς οὐ παρασχόντα τὰς ὑποθήκας θανάτῳ ζημιώσαντες εἰσαγγελθέντα ἐν τῷ δήμῳ, καὶ ταῦτα πολίτην ὑμέτερον ὄντα καὶ πατρὸς ἐστρατηγηκότος.

ἡγεῖσθε γὰρ τοὺς τοιούτους οὐ μόνον τοὺς ἐντυγχάνοντας ἀδικεῖν, ἀλλὰ καὶ κοινῇ βλάπτειν τὸ ἐμπόριον ὑμῶν, εἰκότως. αἱ γὰρ εὐπορίαι τοῖς ἐργαζομένοις οὐκ ἀπὸ τῶν δανειζομένων, ἀλλʼ ἀπὸ τῶν δανειζόντων εἰσίν, καὶ οὔτε ναῦν οὔτε ναύκληρον οὔτʼ ἐπιβάτην ἔστʼ ἀναχθῆναι, τὸ τῶν δανειζόντων μέρος ἂν ἀφαιρεθῇ.

ἐν μὲν οὖν τοῖς νόμοις πολλαὶ καὶ καλαὶ βοήθειαί εἰσιν αὐτοῖς· ὑμᾶς δὲ δεῖ συνεπανορθοῦντας φαίνεσθαι καὶ μὴ συγχωροῦντας τοῖς πονηροῖς, ἵνʼ ὑμῖν ὡς πλείστη ὠφέλεια παρὰ τὸ ἐμπόριον ᾖ. ἔσται δέ, ἐὰν διαφυλάττητε τοὺς τὰ ἑαυτῶν προϊεμένους, καὶ μὴ ἐπιτρέπητε ἀδικεῖσθαι ὑπὸ τῶν τοιούτων θηρίων.

ἐγὼ μὲν οὖν ὅσαπερ οἷός τʼ ἦν εἴρηκα· καλῶ δὲ καὶ ἄλλον τινὰ τῶν φίλων, ἐὰν κελεύητε.