Against Phormio
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.
ἔτι δέ, ὦ ἄνδρες Ἀθηναῖοι, κἀκεῖνο σκέψασθε· αὐτοὶ γὰρ οὗτοι παραγραφὴν διδόντες πέρυσιν, οὐκ ἐτόλμησαν ἐν τῇ παραγραφῇ γράψαι ὡς ἀποδεδώκασιν Λάμπιδι τὸ χρυσίον. καί μοι λαβὲ αὐτὴν τὴν παραγραφήν.
ΠΑΡΑΓΡΑΦΗ.
ἀκούετε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι οὐδαμοῦ γέγραπται ἐν τῇ παραγραφῇ ὡς ἀποδέδωκεν τὸ χρυσίον Φορμίων Λάμπιδι, καὶ ταῦτʼ ἐμοῦ διαρρήδην γράψαντος εἰς τὸ ἔγκλημα ὃ ἠκούσατε ἀρτίως, ὅτι οὔτε τὰ χρήματα ἔνθοιτο εἰς τὴν ναῦν οὔτʼ ἀπέδωκεν τὸ χρυσίον. τίνα οὖν ἄλλον χρὴ περιμένειν ὑμᾶς μάρτυρα, ὅταν τηλικαύτην μαρτυρίαν παρʼ αὐτῶν τούτων ἔχητε;
μελλούσης δὲ τῆς δίκης εἰσιέναι εἰς τὸ δικαστήριον ἐδέοντο ἡμῶν ἐπιτρέψαι τινί· καὶ ἡμεῖς ἐπετρέψαμεν Θεοδότῳ ἰσοτελεῖ κατὰ συνθήκας. καὶ ὁ Λάμπις μετὰ ταῦτα νομίσας αὑτῷ ἀσφαλὲς ἤδη εἶναι πρὸς διαιτητῇ μαρτυρεῖν ὅ τι βούλοιτο, μερισάμενος τὸ ἐμὸν χρυσίον μετὰ Φορμίωνος τουτουί, ἐμαρτύρει τἀναντία οἷς πρότερον εἰρήκει.
οὐ γὰρ ὅμοιόν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰς τὰ ὑμέτερα πρόσωπα ἐμβλέποντα τὰ ψευδῆ μαρτυρεῖν καὶ πρὸς διαιτητῇ· παρʼ ὑμῖν μὲν γὰρ ὀργὴ μεγάλη καὶ τιμωρία ὑπόκειται τοῖς τὰ ψευδῆ μαρτυροῦσιν, πρὸς δὲ τῷ διαιτητῇ ἀκινδύνως καὶ ἀναισχύντως μαρτυροῦσιν ὅ τι ἂν βούλωνται. ἀγανακτοῦντος δέ μου καὶ σχετλιάζοντος, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπὶ τῇ τόλμῃ τοῦ Λάμπιδος,
καὶ παρεχομένου πρὸς τὸν διαιτητὴν τὴν αὐτὴν μαρτυρίαν ἥνπερ καὶ νῦν πρὸς ὑμᾶς παρέχομαι, τῶν ἐξ ἀρχῆς προσελθόντων αὐτῷ μεθʼ ἡμῶν, ὅτε οὔτε τὸ χρυσίον ἔφη ἀπειληφέναι παρὰ τούτου οὔτε τὰ χρήματα αὐτὸν ἐνθέσθαι εἰς τὴν ναῦν, οὕτως ὁ Λάμπις κατὰ κράτος ἐξελεγχόμενος τὰ ψευδῆ μαρτυρῶν καὶ πονηρὸς ὤν, ὡμολόγει μὲν εἰρηκέναι ταῦτα πρὸς τοῦτον, οὐ μέντοι γε ἐντὸς ὢν εἰπεῖν αὑτοῦ. καί μοι ἀνάγνωθι ταύτην τὴν μαρτυρίαν.
ΜΑΡΤΥΡΙΑ.