Against Apaturius
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.
εἶθʼ ὅτι ἀπεῖπεν αὐτῷ ἄνευ τῶν συνδιαιτητῶν καθʼ αὑτοῦ μὴ ἀποφαίνεσθαι, καὶ ὅτι ἀπολομένης αὑτῷ τῆς γυναικὸς καὶ τῶν παίδων ὑπὸ τοῦ σεισμοῦ καὶ ἐπὶ τηλικαύτην συμφορὰν ἀπάραντος οἴκαδε, ὁ τὰς συνθήκας ἠφανικὼς ἐρήμην αὑτοῦ ἐν τῇ ἀποδημίᾳ κατέγνω τὴν δίαιταν, ἔστιν ὅστις ἂν ὑμῶν ταῦτα τοῦ Παρμένοντος ἀπολογουμένου τὴν οὕτω παρανόμως γνωσθεῖσαν δίαιταν κυρίαν ἔγνω εἶναι;
μὴ γὰρ ὅτι ἀμφισβητουμένων ἁπάντων, ἀλλʼ εἰ ἦσαν μὲν αἱ συνθῆκαι, ὡμολογεῖτο δὲ εἷς εἶναι ὁ διαιτητὴς Ἀριστοκλῆς, μὴ ἀπεῖπεν δὲ ὁ Παρμένων αὐτῷ καθʼ αὑτοῦ μὴ διαιτᾶν, ἀλλὰ συνέβη πρὶν τὴν ἀπόφασιν γενέσθαι τῆς διαίτης ἡ συμφορὰ τῷ ἀνθρώπῳ, τίς οὕτως ὠμός ἐστιν ἀντίδικος ἢ διαιτητὴς ὃς οὐκ ἂν ἀνεβάλετο εἰς τὸ ἐπιδημῆσαι τὸν ἄνθρωπον; εἰ δὲ ὁ Παρμένων εἰς λόγον καταστὰς πανταχοῦ δικαιότερʼ ἂν φαίνοιτο λέγων τούτου, πῶς ἂν ὀρθῶς ἐμοῦ καταγιγνώσκοιτε, ᾧ τὸ παράπαν πρὸς τὸν ἄνθρωπον τουτονὶ μηδὲν συμβόλαιόν ἐστιν;