Against Apaturius
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.
πρῶτον μὲν οὖν τὸν χρόνον ἐμαυτῷ ἡγοῦμαι μάρτυρα εἶναι τοῦ μὴ ἀληθὲς τὸ ἔγκλημα εἶναι. ἡ μὲν γὰρ ἐπιτροπὴ τούτῳ πρὸς τὸν Παρμένοντα τρίτον ἔτος γέγονεν καὶ ἡ γνῶσις τοῦ Ἀριστοκλέους· αἱ δὲ λήξεις τοῖς ἐμπόροις τῶν δικῶν ἔμμηνοί εἰσιν ἀπὸ τοῦ βοηδρομιῶνος μέχρι τοῦ μουνιχιῶνος, ἵνα παραχρῆμα τῶν δικαίων τυχόντες ἀνάγωνται. εἰ δὴ τῇ ἀληθείᾳ ἐγγυητὴς ἦν τοῦ Παρμένοντος, διὰ τί πρῶτον μὲν οὐκ εὐθὺς τῆς γνώσεως γενομένης ἐπράττετο τὴν ἐγγύην;
οὐ γὰρ δὴ τοῦτό γʼ αὐτῷ ἔνι εἰπεῖν, ὡς διὰ τὴν πρὸς ἐμὲ φιλίαν ὤκνει μοι ἀπεχθέσθαι. αὐτὸς γὰρ εἰσεπέπρακτο ὑπʼ ἐμοῦ πρὸς ἔχθραν τὰς χιλίας δραχμὰς τὰς τοῦ Παρμένοντος, καὶ ὅτʼ ἐξώρμιζε τὴν ναῦν ἐπιβουλεύων ἀποδρᾶναι καὶ ἀποστερῆσαι τὸ ἐπὶ τὴν τράπεζαν χρέως, ἐκωλύθη ὑπʼ ἐμοῦ. ὥστε εἰ ἦν ἠγγυημένος ἐγὼ τὸν Παρμένοντα, οὐκ ἂν τρίτῳ ἔτει ὕστερον, ἀλλʼ εὐθὺς τότε εἰσέπραττεν ἄν με τὴν ἐγγύην.