Against Apaturius
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.
ἐντεῦθεν τοίνυν τὸ μὲν τῆς ἐπιτροπῆς ἐλέλυτο, ἠφανισμένων τῶν συνθηκῶν καὶ τῶν διαιτητῶν ἀντιλεγομένων· ἐπιχειροῦντες δὲ γράφειν ἑτέρας συνθήκας περὶ τούτων διηνέχθησαν, οὗτος μὲν ἀξιῶν τὸν Ἀριστοκλέα, ὁ δὲ Παρμένων τοὺς τρεῖς, οἷσπερ καὶ ἐξ ἀρχῆς ἡ ἐπιτροπὴ ἐγένετο. οὐ γραφεισῶν δʼ ἑτέρων συνθηκῶν, τῶν δὲ ἐξ ἀρχῆς ἀφανισθεισῶν, εἰς τοῦτʼ ἦλθεν ἀναιδείας ὁ ἠφανικὼς τὰς συνθήκας, ὥστε εἷς ὢν ἀποφανεῖσθαι ἔφη τὴν δίαιταν. παρακαλέσας δὲ ὁ Παρμένων μάρτυρας ἀπεῖπεν τῷ Ἀριστοκλεῖ μὴ ἀποφαίνεσθαι παρὰ τὰς συνθήκας καθʼ αὑτοῦ ἄνευ τῶν συνδιαιτητῶν. καὶ ὧν ἐναντίον ἀπεῖπεν, ἀκούσατε τῆς μαρτυρίας.
ΜΑΡΤΥΡΙΑ.
μετὰ ταῦτα τοίνυν τῷ Παρμένοντι συνέβη συμφορὰ δεινή, ὦ ἄνδρες δικασταί. οἰκοῦντος γὰρ αὐτοῦ ἐν Ὀφρυνείῳ διὰ τὴν οἴκοθεν φυγήν, ὅτε ὁ σεισμὸς ἐγένετο ὁ περὶ Χερρόνησον, συμπεσούσης αὐτῷ τῆς οἰκίας ἀπώλοντο ἡ γυνὴ καὶ οἱ παῖδες. καὶ ὁ μὲν πυθόμενος τὴν συμφορὰν ᾤχετο ἐνθένδε ἀποπλέων· ὁ δὲ Ἀριστοκλῆς, διαμαρτυραμένου τοῦ ἀνθρώπου ἐναντίον μαρτύρων μὴ ἀποφαίνεσθαι καθʼ αὑτοῦ ἄνευ τῶν συνδιαιτητῶν, ἀποδημήσαντος τοῦ ἀνθρώπου διὰ τὴν συμφορὰν ἐρήμην κατʼ αὐτοῦ ἀπεφήνατο τὴν δίαιταν.