Against Zenothemis

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.

ἄνδρες δικασταί, βούλομαι παραγεγραμμένος μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην, περὶ τῶν νόμων πρῶτον εἰπεῖν, καθʼ οὓς παρεγραψάμην. οἱ νόμοι κελεύουσιν, ὦ ἄνδρες δικασταί, τὰς δίκας εἶναι τοῖς ναυκλήροις καὶ τοῖς ἐμπόροις τῶν Ἀθήναζε καὶ τῶν Ἀθήνηθεν συμβολαίων, καὶ περὶ ὧν ἂν ὦσι συγγραφαί· ἂν δέ τις παρὰ ταῦτα δικάζηται, μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην.

τουτῳὶ τοίνυν Ζηνοθέμιδι πρὸς μὲν ἐμὲ ὅτι οὐδὲν ἦν συμβόλαιον οὐδὲ συγγραφή, καὐτὸς ὁμολογεῖ ἐν τῷ ἐγκλήματι· δανεῖσαι δέ φησιν Ἡγεστράτῳ ναυκλήρῳ, τούτου δʼ ἀπολομένου ἐν τῷ πελάγει, ἡμᾶς τὸ ναῦλον σφετερίσασθαι· τουτὶ τὸ ἔγκλημʼ ἐστίν. ἐκ δὴ τοῦ αὐτοῦ λόγου τήν τε δίκην οὐκ εἰσαγώγιμον οὖσαν μαθήσεσθε, καὶ τὴν ὅλην ἐπιβουλὴν καὶ πονηρίαν τουτουὶ τοῦ ἀνθρώπου ὄψεσθε.

δέομαι δʼ ὑμῶν πάντων, ὦ ἄνδρες δικασταί, εἴπερ ἄλλῳ τινὶ πώποτε πράγματι τὸν νοῦν προσέσχετε, καὶ τούτῳ προσέχειν· ἀκούσεσθε γὰρ ἀνθρώπου τόλμαν καὶ πονηρίαν οὐ τὴν τυχοῦσαν, ἄνπερ ἐγὼ τὰ πεπραγμένʼ αὐτῷ πρὸς ὑμᾶς πολλάκις εἰπεῖν δυνηθῶ. οἶμαι δέ.

Ζηνόθεμις γὰρ οὑτοσί, ὢν ὑπηρέτης Ἡγεστράτου τοῦ ναυκλήρου, ὃν καὶ αὐτὸς ἔγραψεν ἐν τῷ ἐγκλήματι ὡς ἐν τῷ πελάγει ἀπώλετο (πῶς δέ, οὐ προσέγραψεν, ἀλλʼ ἐγὼ φράσω), ἀδίκημα τοιουτονὶ μετʼ ἐκείνου συνεσκευάσατο. χρήματʼ ἐν ταῖς Συρακούσαις ἐδανείζεθʼ οὗτος κἀκεῖνος. ὡμολόγει δʼ ἐκεῖνος μὲν πρὸς τοὺς τούτῳ δανείζοντας, εἴ τις ἔροιτο, ἐνεῖναι σῖτον ἐν τῇ νηὶ τούτῳ πολύν, οὗτος δὲ πρὸς τοὺς ἐκείνῳ τὸν γόμον οἰκεῖον ἔχειν αὐτὸν τῆς νεώς· ὢν δʼ ὁ μὲν ναύκληρος, ὁ δʼ ἐπιβάτης, ἐπιστεύοντʼ εἰκότως ἃ περὶ ἀλλήλων ἔλεγον.

λαμβάνοντες δὲ τὰ χρήματα, οἴκαδʼ ἀπέστελλον εἰς τὴν Μασσαλίαν, καὶ οὐδὲν εἰς τὴν ναῦν εἰσέφερον. οὐσῶν δὲ τῶν συγγραφῶν, ὥσπερ εἰώθασιν ἅπασαι, σωθείσης τῆς νεὼς ἀποδοῦναι τὰ χρήματα, ἵνʼ ἀποστερήσαιεν τοὺς δανείσαντας, τὴν ναῦν καταδῦσαι ἐβουλεύσαντο. ὁ μὲν οὖν Ἡγέστρατος, ὡς ἀπὸ τῆς γῆς ἀπῆραν δυοῖν ἢ τριῶν ἡμερῶν πλοῦν, καταβὰς τῆς νυκτὸς εἰς κοίλην ναῦν διέκοπτε τοῦ πλοίου τὸ ἔδαφος. οὑτοσὶ δʼ, ὡς οὐδὲν εἰδώς, ἄνω μετὰ τῶν ἄλλων ἐπιβατῶν διέτριβεν. ψόφου δὲ γενομένου, αἰσθάνονται οἱ ἐν τῷ πλοίῳ ὅτι κατόν τι ἐν κοίλῃ νηὶ γίγνεται, καὶ βοηθοῦσι κάτω.

ὡς δʼ ἡλίσκεθʼ ὁ Ἡγέστρατος καὶ δίκην δώσειν ὑπέλαβεν, φεύγει καὶ διωκόμενος ῥίπτει αὑτὸν εἰς τὴν θάλατταν, διαμαρτὼν δὲ τοῦ λέμβου διὰ τὸ νύκτʼ εἶναι, ἀπεπνίγη. ἐκεῖνος μὲν οὕτως, ὥσπερ ἄξιος ἦν, κακὸς κακῶς ἀπώλετο, ἃ τοὺς ἄλλους ἐπεβούλευσε ποιῆσαι, ταῦτα παθὼν αὐτός.

οὑτοσὶ δʼ ὁ κοινωνὸς αὐτοῦ καὶ συνεργὸς τὸ μὲν πρῶτον εὐθὺς ἐν τῷ πλοίῳ παρὰ τἀδικήματα, ὡς οὐδὲν εἰδώς, ἀλλʼ ἐκπεπληγμένος καὶ αὐτός, ἔπειθεν τὸν πρῳρέα καὶ τοὺς ναύτας εἰς τὸν λέμβον ἐκβαίνειν καὶ ἐκλιπεῖν τὴν ναῦν τὴν ταχίστην, ὡς ἀνελπίστου τῆς σωτηρίας οὔσης καὶ καταδυσομένης τῆς νεὼς αὐτίκα μάλα, ἵνʼ, ὅπερ διενοήθησαν, τοῦτʼ ἐπιτελεσθείη καὶ ἡ ναῦς ἀπόλοιτο καὶ τὰ συμβόλαιʼ ἀποστερήσαιεν.

ἀποτυχὼν δὲ τούτου, καὶ τοῦ παρʼ ἡμῶν συμπλέοντος ἐναντιωθέντος καὶ τοῖς ναύταις μισθούς, εἰ διασῴσειαν τὴν ναῦν, μεγάλους ἐπαγγειλαμένου, σωθείσης εἰς Κεφαλληνίαν τῆς νεὼς διὰ τοὺς θεοὺς μάλιστά γε, εἶτα καὶ διὰ τὴν τῶν ναυτῶν ἀρετήν, πάλιν μετὰ τῶν Μασσαλιωτῶν τῶν τοῦ Ἡγεστράτου πολιτῶν μὴ καταπλεῖν Ἀθήναζε τὸ πλοῖον ἔπραττε, λέγων ὡς αὐτός τε καὶ τὰ χρήματʼ ἐκεῖθέν ἐστι, καὶ ὁ ναύκληρος εἴη καὶ οἱ δεδανεικότες Μασσαλιῶται.