Against Onetor I

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.

περὶ πολλοῦ ποιούμενος, ὦ ἄνδρες δικασταί, μήτε πρὸς Ἄφοβόν μοι συμβῆναι τὴν γενομένην διαφορὰν μήτε τὴν νῦν οὖσαν πρὸς Ὀνήτορα τουτονί, κηδεστὴν ὄντʼ αὐτοῦ, πολλὰ καὶ δίκαια προκαλεσάμενος ἀμφοτέρους, οὐδενὸς ἐδυνήθην τυχεῖν τῶν μετρίων, ἀλλʼ ηὕρηκα πολὺ τοῦτον ἐκείνου δυσκολώτερον καὶ μᾶλλον ἄξιον ὄντα δοῦναι δίκην.