Against Aphobus III
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.
ἀλλὰ μὴν καὶ περὶ τούτων ἤθελον παραδοῦναι τὸν παῖδα τὸν γράφοντα τὴν μαρτυρίαν, ὃς τά τε γράμματʼ ἔμελλεν γνώσεσθαι τὰ ἑαυτοῦ καὶ τοῦτον ἐμνημόνευεν ἀκριβῶς μαρτυρήσαντα ταῦτα. καὶ ταῦτʼ ἤθελον οὐχὶ μαρτύρων ἀπορῶν οἳ παρῆσαν (ἦσαν γάρ), ἀλλʼ ἵνα μὴ τούτους αἰτιῷτο τὰ ψευδῆ μαρτυρεῖν, ἀλλὰ τὸ πιστὸν ἐκ τῆς βασάνου τούτοις ὑπάρχοι. καίτοι πῶς ἄξιόν ἐστι καταγνῶναι τῶν μαρτύρων διὰ τοῦτο, οἳ μόνοι τῶν πώποτʼ ἠγωνισμένων δίκην ἐν ὑμῖν τὸν διώκοντʼ αὐτὸν αὑτοῖς μάρτυρα τούτων ἐπιδεικνύουσιν γεγενημένον; ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, λαβὲ τὴν πρόκλησιν καὶ τὴν μαρτυρίαν.
ΠΡΟΚΛΗΣΙΣ. ΜΑΡΤΥΡΙΑ.
τηλικαῦτα τοίνυν δίκαια φυγὼν οὗτος, καὶ ἐκ τοσούτων τεκμηρίων ἐπιδεικνύμενος ὅτι συκοφαντεῖ, τοῖς μὲν αὑτοῦ μάρτυσιν ἀξιοῖ πιστεύειν ὑμᾶς, τοὺς δʼ ἐμοὺς διαβάλλει καί φησιν οὐ τἀληθῆ μαρτυρεῖν. βούλομαι δὴ καὶ ἐκ τῶν εἰκότων περὶ αὐτῶν εἰπεῖν. οἶδʼ οὖν ὅτι πάντες ἂν ὁμολογήσαιτε τοὺς τὰ ψευδῆ μαρτυροῦντας ἢ κέρδεσιν διʼ ἀπορίαν ἐπαιρομένους ἢ διʼ ἑταιρίαν ἢ καὶ διʼ ἔχθραν τῶν ἀντιδίκων ἐθέλειν ἄν τι τοιοῦτον ποιῆσαι.
τούτων τοίνυν οὐδὲ διʼ ἓν ἂν εἶεν ἐμοὶ μεμαρτυρηκότες. οὔτε γὰρ ἑταιρίᾳ (πῶς γάρ; οἵ γε μήτʼ ἐν ταῖς αὐταῖς διατριβαῖς μήτε καθʼ ἡλικίαν, μὴ ὅτι ἐμοί τινες αὐτῶν, ἀλλʼ οὐδὲ σφίσιν αὐτοῖς εἰσίν), οὔτʼ ἔχθρᾳ τούτου· φανερὸν γὰρ καὶ τοῦτʼ ἔστιν· ὁ μὲν γὰρ ἀδελφὸς καὶ σύνδικος, Φᾶνος δʼ ἐπιτήδειος καὶ φυλέτης, Φίλιππος δʼ οὔτε φίλος οὔτʼ ἐχθρός, ὥστʼ οὐδὲ ταύτην ἄν τις ἐπενέγκοι δικαίως τὴν αἰτίαν.
καὶ μὴν οὐδὲ διʼ ἀπορίαν ἄν τις φήσειεν· πάντες γὰρ κέκτηνται τοσαύτην οὐσίαν ὥστε καὶ λῃτουργεῖν ὑμῖν προθύμως καὶ τὰ προσταττόμενα ποιεῖν. χωρὶς δὲ τούτων οὔτʼ ἀγνῶτες ὑμῖν οὔτʼ ἐπὶ τὰ χείρω γιγνωσκόμενοι, μέτριοι δʼ ὄντες ἄνθρωποι. καίτοι εἰ μήτʼ ἄποροι μήτʼ ἐχθροὶ τούτου μήτʼ ἐμοὶ φίλοι, πῶς χρὴ κατὰ τούτων λαβεῖν τινʼ ὑποψίαν ὡς τὰ ψευδῆ μαρτυροῦσιν; ἐγὼ μὲν γὰρ οὐκ οἶδα.
ταῦτα τοίνυν οὗτος εἰδώς, καὶ πάντων μάλιστʼ ἐπιστάμενος τἀληθῆ μεμαρτυρηκότας αὐτούς, ὅμως συκοφαντεῖ καί φησιν οὐ μόνον οὐκ εἰπεῖν ταῦτα, ἃ πῶς τις ἂν μᾶλλον ἐξελέγξειεν εἰρηκότα; ἀλλὰ καὶ δοῦλον εἶναι τὸν ἄνθρωπον τῷ ὄντι. βούλομαι δὲ διὰ βραχέων εἰπὼν πρὸς ὑμᾶς ἐξελέγξαι καὶ ταῦτʼ αὐτὸν ψευδόμενον. ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, καὶ περὶ τούτων ἠθέλησα τούτῳ παραδοῦναι βασανίζειν τὰς θεραπαίνας, αἳ τελευτῶντος τοῦ πατρὸς μνημονεύουσιν ἀφεθέντα τοῦτον ἐλεύθερον εἶναι τότε.
καὶ πρὸς τούτοις ἡ μήτηρ κατʼ ἐμοῦ καὶ τῆς ἀδελφῆς, οἳ μόνοι παῖδές ἐσμεν αὐτῇ, διʼ οὓς κατεχήρευσε τὸν βίον, πίστιν ἤθελεν ἐπιθεῖναι παραστησαμένη, τὸν ἄνθρωπον τοῦτον ἀφεῖναι τὸν πατέρʼ ἡνίκʼ ἐτελεύτα, καὶ νομίζεσθαι παρʼ ἡμῖν τοῦτον ἐλεύθερον· ἣν μηδεὶς ὑμῶν νομιζέτω καθʼ ἡμῶν ποτʼ ἂν ὀμνύναι ταῦτʼ ἂν ἐθέλειν, εἰ μὴ σαφῶς ᾔδει τὰ εὔορκʼ ὀμουμένη. ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω καὶ ταῦτʼ ἦμεν ἕτοιμοι ποιεῖν, κάλει τούτων τοὺς μάρτυρας.
ΜΑΡΤΥΡΕΣ.
τοσαῦτα τοίνυν δίκαια λέγειν ἐχόντων ἡμῶν καὶ καταφεύγειν εἰς τοὺς μεγίστους ἐλέγχους ἐθελόντων περὶ τῶν μεμαρτυρημένων, πάντα ταῦτα φυγὼν οὗτος οἴεται, περὶ τῆς γεγενημένης δίκης διαβάλλων καὶ κατηγορῶν ἐμοῦ, τοῦ μάρτυρος ὑμᾶς πείσειν καταψηφίσασθαι, πάντων οἶμαι πρᾶγμα κατασκευάσας ἀδικώτατον καὶ πλεονεκτικώτατον.
αὐτὸς μὲν γὰρ μάρτυρας ψευδεῖς παρεσκεύασται περὶ τούτων, συγχορηγὸν ἔχων Ὀνήτορα τὸν κηδεστὴν καὶ Τιμοκράτην· ἡμεῖς δʼ οὐχὶ προειδότες, ἀλλʼ ὑπὲρ αὐτῆς τῆς μαρτυρίας ἡγούμενοι τὸν ἀγῶνʼ ἔσεσθαι, τοὺς περὶ τῶν ἐκ τῆς ἐπιτροπῆς χρημάτων μάρτυρας οὐ παρεσκευάσμεθα νῦν. ὅμως δέ, καίπερ οὕτως τούτου σεσοφισμένου, τὰ πράγματʼ αὐτὰ διεξιὼν οἶμαι ῥᾳδίως ὑμῖν ἐπιδείξειν δικαιότατʼ ἀνθρώπων τοῦτον ὠφληκότα τὴν δίκην,
οὐχ ὅτι τὸν Μιλύαν ἐκώλυον βασανίζειν, οὐδʼ ὅτι τοῦτον ἐλεύθερον ὡμολόγησεν, οἱ δὲ μάρτυρες οἵδʼ ἐμαρτύρησαν, ἀλλʼ ὅτι πολλὰ τῶν ἐμῶν ἐξηλέγχθη λαβὼν καὶ τὸν οἶκον οὐκ ἐμίσθωσεν τῶν νόμων κελευόντων καὶ τοῦ πατρὸς ἐν τῇ διαθήκῃ γράψαντος, ὡς ἐγὼ σαφῶς ὑμῖν ἐπιδείξω· ταῦτα μὲν γὰρ ἦν πᾶσιν ἰδεῖν, οἱ νόμοι καὶ τὸ πλῆθος ὧν οὗτοι διηρπάκεσαν χρημάτων· τὸν Μιλύαν δʼ οὐδʼ ὅστις ἔστιν οὐδεὶς ᾔδει. γνώσεσθε δʼ ἐκ τῶν ἐγκεκλημένων ὅτι ταῦθʼ οὕτως ἔχοντʼ ἐστίν.
ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, τὴν δίκην ἔλαχον τούτῳ τῆς ἐπιτροπῆς οὐχ ἓν τίμημα συνθείς, ὥσπερ ἂν εἴ τις συκοφαντεῖν ἐπιχειρῶν, ἀλλʼ ἕκαστον ἐγγράψας καὶ πόθεν λαβὼν καὶ πόσον τὸ πλῆθος καὶ παρὰ τοῦ, καὶ οὐδαμοῦ τὸν Μιλύαν παρέγραψʼ ὡς εἰδότα τι τούτων.
ἔστιν οὖν τοῦ μὲν ἐγκλήματος ἀρχή τάδʼ ἐγκαλεῖ Δημοσθένης Ἀφόβῳ· ἔχει μου χρήματʼ Ἄφοβος ἀπʼ ἐπιτροπῆς ἐχόμενα, ὀγδοήκοντα μὲν μνᾶς, ἣν ἔλαβεν προῖκα τῆς μητρὸς κατὰ τὴν διαθήκην τοῦ πατρός. τοῦτο πρῶτόν ἐστιν τῶν χρημάτων ὧν ἀπεστερῆσθαί φημι. τοῖς δὲ μάρτυσιν τί μεμαρτύρηται; μαρτυροῦσιν παραγενέσθαι πρὸς τῷ διαιτητῇ Νοθάρχῳ, ὅτε Ἄφοβος ὡμολόγει Μιλύαν ἐλεύθερον εἶναι, ἀφεθέντα ὑπὸ τοῦ Δημοσθένους πατρός.
σκοπεῖτε τοίνυν παρʼ ὑμῖν αὐτοῖς, εἴ τις ἂν ὑμῖν ἢ ῥήτωρ ἢ σοφιστὴς ἢ γόης οὕτω θαυμάσιος δοκεῖ γενέσθαι καὶ λέγειν δεινός, ὥστʼ ἐκ ταύτης τῆς μαρτυρίας διδάξαι τινʼ ἀνθρώπων, ὡς ἔχει τὴν προῖκʼ Ἄφοβος τῆς μητρὸς τῆς ἑαυτοῦ. καὶ τί λέγων, ὦ πρὸς Διός; ὡμολόγησεν εἶναι Μιλύαν ἐλεύθερον; καὶ τί μᾶλλον ἔχων τὴν προῖκα; οὐδὲν ἂν δήπου διὰ τοῦτό γε δόξειεν.
ἀλλὰ πόθεν τοῦτʼ ἐπεδείχθη; πρῶτον μὲν Θηριππίδης ὢν αὐτῷ συνεπίτροπος κατεμαρτύρησε δοῦναι· δεύτερον δὲ Δήμων θεῖος ὢν καὶ τῶν ἄλλων οἱ παρόντες ἐμαρτύρησαν σῖτον τῇ μητρὶ δώσειν ὁμολογεῖν τοῦτον ὡς ἔχοντα τὴν προῖκα. καὶ τούτοις οὐκ ἐπεσκήψατο, δῆλον ὅτι τἀληθῆ μεμαρτυρηκότας εἰδώς. ἔτι τοίνυν ἡ μήτηρ πίστιν ἠθέλησεν ἐπιθεῖναι κατʼ ἐμοῦ καὶ τῆς ἀδελφῆς παραστησαμένη, λαβεῖν τὴν προῖκα τοῦτον τὴν ἑαυτῆς κατὰ τὴν τοῦ πατρὸς διαθήκην.
ταύτας τὰς ὀγδοήκοντα μνᾶς πότερʼ αὐτὸν ἔχειν φῶμεν ἢ μή; καὶ πότερον διὰ τούσδʼ ὀφλεῖν τοὺς μάρτυρας ἢ διὰ τούσδε; ἐγὼ μὲν γὰρ οἶμαι διὰ τὴν ἀλήθειαν. ταύτας τοίνυν δέκʼ ἔτη κεκαρπωμένος, καὶ οὐδὲ δίκην ὀφλὼν ἀποδοῦναι τετολμηκώς, δεινὰ πεπονθέναι φησὶν καὶ διὰ τούσδε τοὺς μάρτυρας ὠφληκέναι. καίτοι τούτων γʼ οὐδεὶς αὐτὸν ἔχειν ταύτην ἐμαρτύρησεν.
περὶ τοίνυν τῆς ἐκδόσεως καὶ τῶν κλινοποιῶν καὶ τοῦ σιδήρου καὶ τοῦ καταλειφθέντος ἡμῖν ἐλέφαντος καὶ τῆς προικὸς τῆς ἀδελφῆς, ἣν οὗτος καθυφεῖκεν ὑπὲρ τοῦ καὶ αὐτὸς ἔχειν ὅσα βούλοιτο τῶν ἐμῶν, ἀκούσατε, καὶ σκοπεῖθʼ ὡς δικαίως τʼ ὤφληκεν καὶ οὐδὲν ἦν Μιλύαν περὶ τούτων βασανιστέον.
περὶ μὲν γὰρ ὧν καθυφεῖκας, νόμος ἔστιν, διαρρήδην ὃς κελεύει σʼ ὁμοίως ὀφλισκάνειν ὥσπερ ἂν αὐτὸς ἔχῃς· ὥστε τί τῷ νόμῳ καὶ τῇ βασάνῳ; περὶ δʼ αὖ τῆς ἐκδόσεως, ἐπικοινωνήσαντες τῷ Ξούθῳ καὶ διανειμάμενοι τὰ χρήματα καὶ τὰς συγγραφὰς ἀνελόντες, καὶ πάνθʼ ὃν τρόπον ἐβούλεσθε κατασκευάσαντες, καὶ διαφθείραντες τὰ γράμματα, ὡς ὑμῶν ὁ Δήμων κατεμαρτύρει, φενακίζετε καὶ τουτουσὶ παρακρούσασθαι ζητεῖτε.
περὶ τοίνυν τῶν κλινοποιῶν, εἰ σὺ λαβὼν ἀργύριον καὶ πόλλʼ ἰδίᾳ κερδάνας ἐπὶ τοῖς ἐμοῖς δανείζων, ὃν καὶ τοὺς ἄλλους προσῆκε κωλύειν, εἶτʼ ἀφανεῖς πεποίηκας, τί σοι ποιήσωσιν οἱ μάρτυρες; οὐ γὰρ οὗτοί γε μεμαρτυρήκασιν, ὡς ὡμολόγεις ἐπὶ τοῖς ἐμοῖς δανείζειν καὶ λαβεῖν τἀνδράποδʼ ὡς σαυτόν, ἀλλʼ ἐν τῷ λόγῳ τοῦτʼ ἔγραψας σύ, κατεμαρτύρησαν δʼ οἱ μάρτυρες.
ἀλλὰ μὴν περί γε τοῦ ἐλέφαντος καὶ τοῦ σιδήρου, πάντας ἐγώ φημι τοὺς οἰκέτας εἰδέναι τοῦτον πωλοῦντα, καὶ παραδοῦναι καὶ τότε καὶ νῦν ἤθελον αὐτῷ τούτων ὅντινα βούλοιτο λαβὼν βασανίζειν. εἰ τοίνυν φήσει με, τὸν εἰδότʼ οὐκ ἐθέλοντα δοῦναι, τοὺς οὐκ εἰδότας ἐκδιδόναι, πολὺ δὴ μᾶλλον αὐτῷ παραλαβεῖν φανήσεται προσῆκον· εἰ γάρ, οὓς ὡς εἰδότας ἐξεδίδουν ἐγώ, μηδὲν ἔχειν ἔφασαν τούτων αὐτόν, ἀπήλλακτο δήπουθεν ἂν τῆς αἰτίας.
ἀλλʼ οὐχὶ τοιοῦτόν ἐστιν, ἀλλὰ σαφῶς ἂν ἐξηλέγχθη πωλῶν καὶ τὴν τιμὴν κεκομισμένος. διόπερ τοὺς ὁμολογουμένως δούλους παραβὰς τὸν ἐλεύθερον ἠξίου βασανίζειν, ὃν οὐδʼ ὅσιον παραδοῦναι, τὸ πρᾶγμʼ οὐκ ἄγειν εἰς ἔλεγχον ζητῶν, ἀλλὰ μὴ παραλαμβάνων βουλόμενός τι δοκεῖν λέγειν. περὶ τοίνυν πάντων τούτων, πρῶτον μὲν περὶ τῆς προικός, εἶθʼ ὑπὲρ ὧν καθυφεῖκεν, εἶθʼ ὑπὲρ τῶν ἄλλων, ἀναγνώσεται τούς τε νόμους καὶ τὰς μαρτυρίας, ἵνʼ εἰδῆτε.
ΝΟΜΟΙ. ΜΑΡΤΥΡΙΑΙ.
οὐ τοίνυν μόνον ἐκ τούτων ἂν γνοίητε, ὅτι δεινὸν οὐδʼ ὁτιοῦν πέπονθεν τὸν ἄνθρωπον οὐκ ἐκδόντος ἐμοῦ βασανίζειν, ἀλλὰ καὶ τὸ πρᾶγμʼ αὔτʼ εἰ σκέψαισθε. θῶμεν γὰρ δὴ τὸν Μιλύαν ἐπὶ τοῦ τροχοῦ στρεβλοῦσθαι, καὶ τί μάλιστʼ ἂν αὐτὸν εὔξαιτο λέγειν σκοπῶμεν. οὐχ ὅτι τῶν χρημάτων οὐδʼ ὁτιοῦν οἶδεν τοῦτον ἔχοντα; καὶ δὴ λέγει. διὰ τοῦτʼ ἄρʼ οὐκ ἔχει; πολλοῦ γε δεῖ· τοὺς γὰρ εἰδότας καὶ παρόντας μάρτυρας παρεσχόμην ἐγώ. τεκμήριον δὲ καὶ πίστις ἐστίν, οὐκ εἴ τίς τι μὴ οἶδε τοῦτον ἔχοντα (πολλοὶ γὰρ ἂν εἶεν), ἀλλʼ εἴ τις οἶδεν.