Against Aphobus II

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.

ἣ νῦν μὲν οἴεται τυχόντα με τῶν δικαίων παρʼ ὑμῖν ὑποδέξεσθαι καὶ τὴν ἀδελφὴν ἐκδώσειν· εἰ δʼ ὑμεῖς ἄλλο τι γνώσεσθε, ὃ μὴ γένοιτο, τίνʼ οἴεσθʼ αὐτὴν ψυχὴν ἕξειν, ὅταν ἐμὲ μὲν ἴδῃ μὴ μόνον τῶν πατρῴων ἀπεστερημένον, ἀλλὰ καὶ πρὸς ἠτιμωμένον, περὶ δὲ τῆς ἀδελφῆς μηδʼ ἐλπίδʼ ἔχουσαν ὡς τεύξεταί τινος τῶν προσηκόντων διὰ τὴν ἐσομένην ἀπορίαν;

οὐκ ἄξιος, ὦ ἄνδρες δικασταί, οὔτʼ ἐγὼ δίκης ἐν ὑμῖν μὴ τυχεῖν, οὔθʼ οὗτος τοσαῦτα χρήματʼ ἀδίκως κατασχεῖν. ἐμοῦ μὲν γὰρ εἰ καὶ μήπω πεῖραν εἰλήφατε, ποῖός τις ἂν εἰς ὑμᾶς εἴην, ἐλπίζειν προσήκει μὴ χείρω τοῦ πατρὸς ἔσεσθαι. τούτου δὲ πεῖραν ἔχετε, καὶ σαφῶς ἴσθʼ ὅτι πολλὴν οὐσίαν παραλαβὼν οὐ μόνον οὐδὲν πεφιλοτίμηται πρὸς ὑμᾶς, ἀλλὰ καὶ τἀλλότριʼ ἀποστερῶν ἀποδέδεικται.

ταῦτʼ οὖν σκοποῦντες καὶ τἄλλα μνησθέντες, ᾗ δίκαιόν ἐστι, ταύτῃ ψηφίσασθε. πίστεις δʼ ἔχεθʼ ἱκανὰς ἐκ μαρτύρων, ἐκ τεκμηρίων, ἐκ τῶν εἰκότων, ἐξ ὧν οὗτοι λαβεῖν ὁμολογοῦντες ἁθρόα τἀμά, ταῦτʼ ἀνηλωκέναι φασὶν οὐκ ἀνηλωκότες, ἀλλʼ αὐτοὶ πάντʼ ἔχοντες.

ὧν ἐνθυμουμένους χρὴ ποιήσασθαί τινʼ ἡμῶν πρόνοιαν, εἰδότας ὅτι ἐγὼ μὲν τἀμαυτοῦ διʼ ὑμῶν κομισάμενος εἰκότως λῃτουργεῖν ἐθελήσω, χάριτας ὀφείλων ὅτι μοι δικαίως ἀπέδοτε τὴν οὐσίαν, οὗτος δʼ, ἐὰν αὐτὸν ποιήσητε τῶν ἐμῶν κύριον, οὐδὲν ποιήσει τοιοῦτον. μὴ γὰρ οἴεσθʼ αὐτόν, ὑπὲρ ὧν ἤρνηται μὴ λαβεῖν, ὑπὲρ τούτων ὑμῖν λῃτουργεῖν ἐθελήσειν, ἀλλʼ ἀποκρύψεσθαι μᾶλλον, ἵνα δικαίως ἀποπεφευγέναι δοκῇ.