Against Aphobus I
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.
οὗτος αὖ τὴν μὲν διαθήκην γενέσθαι φησίν, καὶ τὸ ἀργύριον ἐκ τοῦ χαλκοῦ καὶ τῆς κηκῖδος ἀποδοθῆναι τῷ Θηριππίδῃ, ὃ ἐκεῖνος οὔ φησιν, καὶ τὰ δύο τάλαντα τῷ Δημοφῶντι· περὶ δὲ τῶν αὐτῷ δοθέντων γραφῆναι μέν φησιν, οὐχ ὁμολογῆσαι δʼ αὐτός, ἵνα μὴ δοκῇ λαβεῖν. τὸ δὲ πλῆθος τῆς οὐσίας οὐδʼ οὗτος ἀποφαίνει καθόλου, οὐδὲ τὸ μισθοῦν τὸν οἶκον· οὐδὲ γὰρ οὐδὲ τούτῳ συμφέρει προσομολογῆσαι ταῦτα.
δῆλον τοίνυν ἐστὶν οὐδὲν ἧττον τὸ πλῆθος τῶν καταλειφθέντων, καίπερ ἀφανιζόντων τούτων τὴν οὐσίαν ἐκ τῶν διαθηκῶν, ἐξ ὧν τοσαῦτα χρήματʼ ἀλλήλοις φασὶ δοθῆναι. ὅστις γὰρ ἐκ τεττάρων ταλάντων καὶ τρισχιλίων τοῖς μὲν τρία τάλαντα καὶ δισχιλίας προῖκα δέδωκεν, τῷ δʼ ἑβδομήκοντα μνᾶς καρποῦσθαι, φανερὸν δήπου πᾶσιν ὅτι οὐκ ἀπὸ μικρᾶς οὐσίας, ἀλλὰ πλέον ἢ διπλασίας ἧς ἐμοὶ κατέλειπεν ταῦτʼ ἀφεῖλεν.
οὐ γὰρ δήπου τὸν μὲν υἱὸν ἐμὲ πένητʼ ἐβούλετο καταλιπεῖν, τούτους δὲ πλουσίους ὄντας ἔτι πλουσιωτέρους ποιῆσαι ἐπεθύμησεν, ἀλλʼ ἕνεκα τοῦ πλήθους τῶν ἐμοὶ καταλειπομένων Θηριππίδῃ τε τοσοῦτον ἀργύριον καὶ Δημοφῶντι τὰ δύο τάλαντα, οὔπω μέλλοντι τῇ ἀδελφῇ τῇ ἐμῇ συνοικήσειν, καρποῦσθαι ἔδωκεν, ἵνα δυοῖν θάτερον διαπράξαιτο, ἢ διὰ τὰ διδόμενα βελτίους αὐτοὺς εἶναι τὰ περὶ τὴν ἐπιτροπὴν προτρέψειεν, ἢ εἰ κακοὶ γίγνοιντο, μηδεμιᾶς συγγνώμης παρʼ ὑμῶν τυγχάνοιεν, εἰ τοσούτων ἀξιωθέντες τοιαῦτʼ εἰς ἡμᾶς ἐξαμαρτάνοιεν.
οὗτος τοίνυν καὶ αὐτὸς πρὸς τῇ προικὶ καὶ θεραπαίνας λαβὼν καὶ τὴν οἰκίαν οἰκῶν, ἐπειδὴ δεῖ λόγον αὐτὸν δοῦναι τούτων, τὰ ἑαυτοῦ πράττειν φησίν· καὶ εἰς τοσοῦτον αἰσχροκερδίας ἦλθεν, ὥστε καὶ τοὺς διδασκάλους τοὺς μισθοὺς ἀπεστέρηκεν καὶ τῶν εἰσφορῶν ἔστιν ἃς οὐ κατέθηκεν, ἐμοὶ δὲ λογίζεται. λαβὲ δὴ καὶ ταύτας αὐτοῖς τὰς μαρτυρίας καὶ ἀνάγνωθι.
ΜΑΡΤΥΡΙΑΙ.
πῶς οὖν ἄν τις σαφέστερον ἐπιδείξειεν πάντα διηρπακότα καὶ μηδὲ τῶν μικρῶν ἀπεσχημένον, ἢ τοῦτον τὸν τρόπον ἐπιδεικνὺς μετὰ τοσούτων μαρτύρων καὶ τεκμηρίων; τὴν μὲν προῖκα λαβεῖν ὁμολογήσαντα καὶ ἔχειν αὐτὸν πρὸς τοὺς ἐπιτρόπους ἀπογράψαντα, τὸ δʼ ἐργαστήριον κεκαρπωμένον αὐτὸν καὶ τὴν πρόσοδον οὐκ ἀποφαίνοντα.
τῶν δʼ ἄλλων τὰ μὲν πεπρακότα καὶ τὰς τιμὰς οὐκ ἀποδεδωκότα, τὰ δʼ ὡς ἑαυτὸν λαβόντα καὶ ταῦτʼ ἠφανικότα, ἔτι δὲ παρὰ τὸν λόγον ὃν αὐτὸς ἀπέδωκε τοσαῦτα κλέπτοντα, πρὸς δὲ τούτοις τὴν διαθήκην ἠφανικότα, τὰ ἀνδράποδα πεπρακότα, τἄλλʼ οὕτω πάντα διῳκηκότα, ὡς οὐδʼ ἂν οἱ ἔχθιστοι διοικήσειαν; ἐγὼ μὲν οὐκ οἶδʼ ὅπως ἄν τις σαφέστερον ἐπιδείξειεν.
ἐτόλμα τοίνυν πρὸς τῷ διαιτητῇ λέγειν, ὡς ἀπὸ τῶν χρημάτων χρέα τε πάμπολλʼ ἐκτέτεικεν ὑπὲρ ἐμοῦ Δημοφῶντι καὶ Θηριππίδῃ τοῖς συνεπιτρόποις, καὶ ὡς πολλὰ τῶν ἐμῶν λάβοιεν, οὐδέτερʼ ἔχων ἐπιδεικνύναι τούτων. οὔτε γὰρ ὡς ὀφείλοντά με κατέλιπεν ὁ πατὴρ ἐν τοῖς γράμμασιν ἀπέφηνεν, οὐδʼ οἷς ἀποδεδωκέναι ταῦτʼ ἔφη παρέσχηται μάρτυρας, οὔτʼ αὖ τὸν ἀριθμὸν τῶν χρημάτων εἰς τοὺς συνεπιτρόπους ἐπανέφερεν ὅσον αὐτὸς φαίνεται λαβών, ἀλλὰ πολλοῖς ἐλάττω χρήμασιν.
ἐρωτηθεὶς δʼ ὑπὸ τοῦ διαιτητοῦ ταῦτά τε καθʼ ἕκαστον, καὶ τὴν οὐσίαν τὴν αὑτοῦ πότερον ἐκ τῶν ἐπικαρπιῶν ἢ τἀρχαῖʼ ἀναλίσκων διῴκηκεν, καὶ πότερον ἐπιτροπευθεὶς ἀπεδέξατʼ ἂν τοῦτον τὸν λόγον παρὰ τῶν ἐπιτρόπων ἢ τἀρχαῖʼ ἂν ἀπολαβεῖν ἠξίου σὺν τοῖς ἔργοις τοῖς γεγενημένοις, πρὸς μὲν ταῦτʼ ἀπεκρίνατʼ οὐδέν, προὐκαλεῖτο δʼ ἐθέλειν ἐπιδεῖξαί μοι τὴν οὐσίαν δέκα ταλάντων οὖσαν· εἰ δέ τι ἐλλείποι, αὐτὸς ἔφη προσθήσειν.
κελεύοντος δʼ ἐμοῦ πρὸς τὸν διαιτητὴν ἐπιδεικνύναι ταῦτʼ οὐκ ἐπέδειξεν, οὐδʼ ὡς οἱ συνεπίτροποι παρέδοσαν (οὐ γὰρ ἂν αὐτοῦ κατεδιῄτησεν), μαρτυρίαν δʼ ἐνεβάλετο τοιαύτην, περὶ ἧς πειράσεταί τι λέγειν. ἂν μὲν οὖν καὶ νῦν ἔχειν με φῇ, τίνος παραδόντος ἐρωτᾶτʼ αὐτόν, καὶ καθʼ ἕκαστον παρασχέσθαι μάρτυρας ἀξιοῦτε.