Against Aphobus I

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.

αὐτοὺς δὲ τοὺς ἀνθρώπους, εἰς οὓς ταῦτʼ ἀνηλωκέναι φησίν, οὐδαμοῦ μοι παραδεδώκασιν, ἀλλὰ πάντων κενότατον λόγον λέγουσιν, ὡς ὁ ὑποθεὶς τῷ πατρὶ τἀνδράποδα πονηρότατος ἀνθρώπων ἐστὶν καὶ ἐράνους τε λέλοιπε πλείστους καὶ ὑπέρχρεως γέγονε, καὶ τούτων οὐκ ὀλίγους κεκλήκασι κατʼ ἐκείνου μάρτυρας. τὰ δʼ ἀνδράποδʼ ὅστις ἐστὶν ὁ λαβών, ἢ πῶς ἐκ τῆς οἰκίας ἐξῆλθεν, ἢ τίς ἀφείλετο, ἢ πρὸς τίνα δίκην ἥττηνται περὶ αὐτῶν, οὐκ ἔχουσιν εἰπεῖν.

καίτοι εἴ τι ἔλεγον ὑγιές, οὐκ ἂν κατὰ τῆς ἐκείνου πονηρίας παρείχοντο μάρτυρας, ἧς οὐδέν μοι προσήκει φροντίζειν, ἀλλὰ τούτων ἂν ἀντελαμβάνοντο καὶ τοὺς λαβόντας ἀπεδείκνυσαν καὶ οὐδὲν ἂν αὐτῶν παρέλειπον. νῦν δʼ ὠμότατʼ ἀνθρώπων, ὁμολογοῦντες καταλειφθῆναι καὶ λαβόντες ὡς αὑτοὺς καὶ καρπωσάμενοι δέκʼ ἔτη τοὺς ἀνθρώπους, ἄρδην ὅλον τὸ ἐργαστήριον ἀφανίζουσι. καὶ ταῦθʼ ὡς ἀληθῆ λέγω, λαβέ μοι τὰς μαρτυρίας καὶ ἀναγίγνωσκε.

ΜΑΡΤΥΡΙΑΙ.

ὅτι τοίνυν οὐκ ἄπορος ἦν ὁ Μοιριάδης, οὐδʼ ἦν τῇ πατρὶ τοῦτο τὸ συμβόλαιον εἰς τἀνδράποδʼ ἠλιθίως συμβεβλημένον, μεγίστῳ τεκμηρίῳ γνώσεσθε· λαβὼν γὰρ ὡς ἑαυτὸν Ἄφοβος τοῦτο τὸ ἐργαστήριον, ὡς αὐτοὶ τῶν μαρτύρων ἠκούσατε, καὶ δέον αὐτόν, εἰ καί τις ἄλλος ἐβούλετʼ εἰς ταῦτα συμβαλεῖν, τοῦτον διακωλύειν ἐπίτροπόν γʼ ὄντα, αὐτὸς ἐπὶ τούτοις τοῖς ἀνδραπόδοις τῷ Μοιριάδῃ πεντακοσίας δραχμὰς ἐδάνεισεν, ἃς ὀρθῶς καὶ δικαίως παρʼ ἐκείνου κεκομίσθαι ὡμολόγηκεν.

καίτοι πῶς οὐ δεινόν, εἰ ἡμῖν μὲν πρὸς τῷ λῆμμʼ ἀπʼ αὐτῶν μηδὲν γεγονέναι καὶ αὐτὰ τὰ ὑποτεθέντʼ ἀπόλωλεν, οἳ πρότερον συνεβάλομεν, τῷ δʼ εἰς τὰ ἡμέτερα δανείσαντι καὶ τοσούτῳ χρόνῳ πράξαντι καὶ οἱ τόκοι καὶ τἀρχαῖʼ ἐκ τῶν ἡμετέρων ἀποδέδοται καὶ οὐδεμίʼ ἀπορία γέγονεν; ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, λαβὲ τὴν μαρτυρίαν καὶ ἀνάγνωθι.

ΜΑΡΤΥΡΙΑ.

σκέψασθε τοίνυν ὅσον ἀργύριον οὗτοι παρὰ τοὺς κλινοποιοὺς κλέπτουσι, τετταράκοντα μὲν μνᾶς αὐτὸ τὸ ἀρχαῖον, δέκα δʼ ἐτῶν τὸ ἔργον αὐτῶν δύο τάλαντα· δώδεκα γὰρ μνᾶς ἑκάστου τοῦ ἐνιαυτοῦ τὴν πρόσοδον αὐτῶν ἐλάμβανον. ἆρα μικρόν τι καὶ ἐξ ἀφανοῦς ποθεν καὶ παραλογίσασθαι. ῥᾴδιον, ἀλλʼ οὐ φανερῶς οὑτωσὶ μικροῦ δεῖν τρία τάλαντα ταῦτʼ ἀνηρπάκασιν; ὧν κοινῇ διαπεφορημένων τὸ τρίτον δήπου μέρος παρὰ τούτου μοι προσήκει κεκομίσθαι.

καὶ μήν, ὦ ἄνδρες δικασταί, καὶ τὰ περὶ τοῦ ἐλέφαντος καὶ σιδήρου τοῦ καταλειφθέντος παραπλήσιά πως τούτοις πεποιήκασιν· οὐδὲ γὰρ ταῦτʼ ἀποφαίνουσιν. καίτοι κεκτημένον μὲν τοσούτους κλινοποιούς, κεκτημένον δὲ μαχαιροποιοὺς οὐχ οἷόν τε μὴ οὐχὶ καὶ σίδηρον καὶ ἐλέφαντα καταλιπεῖν, ἀλλʼ ἀνάγκη ταῦτά γʼ ὑπάρχειν· τί γὰρ ἂν ἠργάζοντο τούτων μὴ ὑπαρξάντων.

τὸν τοίνυν πλέον ἢ πεντήκοντʼ ἀνδράποδα κεκτημένον καὶ δυοῖν τέχναιν ἐπιμελούμενον, ὧν θάτερον ἐργαστήριον εἰς τὰς κλίνας ῥᾳδίως δύο μνᾶς τοῦ μηνὸς ἀνήλισκεν ἐλέφαντος, τὸ δὲ μαχαιροποιεῖον οὐκ ἔλαττον ἢ τοσοῦτον ἕτερον σὺν σιδήρῳ, τοῦτον οὔ φασιν καταλιπεῖν οὐδὲν τούτων· εἰς τοῦτʼ ἀναιδείας ἐληλύθασιν.

ὅτι μὲν οὖν οὐ πιστὰ λέγουσιν, καὶ ἐκ τούτων αὐτῶν ῥᾴδιόν ἐστι μαθεῖν· ὅτι δʼ ἐκεῖνος κατέλιπε τοσοῦτον τὸ πλῆθος ὥστε μὴ μόνον ἱκανὸν εἶναι κατεργάζεσθαι τοῖς ἑαυτοῦ δημιουργοῖς, ἀλλὰ καὶ τῷ βουλομένῳ πρὸς ὠνεῖσθαι τῶν ἄλλων, ἐκεῖθεν φανερόν, ὅτι αὐτός τʼ ἐπώλει ζῶν καὶ Δημοφῶν καὶ οὗτος τοῦ πατρὸς ἤδη τετελευτηκότος ἐκ τῆς οἰκίας τῆς ἐμῆς ἀπεδίδοντο τοῖς βουλομένοις.

καίτοι πόσον τινὰ χρὴ τὸν καταλειφθέντα νομίζειν εἶναι, ὅταν φαίνηται τηλικούτοις τʼ ἐργαστηρίοις ἐξαρκῶν καὶ χωρὶς ὑπὸ τῶν ἐπιτρόπων πιπρασκόμενος; ἆρʼ ὀλίγον, ἀλλʼ οὐ πολλῷ πλείω τῶν ἐγκεκλημένων; λαβὲ τοίνυν τὰς μαρτυρίας ταυτασὶ καὶ ἀνάγνωθʼ αὐτοῖς.

ΜΑΡΤΥΡΙΑΙ

τούτου τοίνυν τοῦ ἐλέφαντός ἐστι πλέον ἢ τάλαντον, ὃν οὔτʼ αὐτὸν οὔτε τὸ ἔργον μοι ἀποφαίνουσιν, ἀλλὰ καὶ τοῦτον ἄρδην ἀφανίζουσιν ὅλον.