Against Aphobus I
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.
εἰ δʼ αὖ γενέσθαι μὲν φήσει, τῶν δʼ ἔργων ἀπρασίαν εἶναι, δεῖ δήπου τά γʼ ἔργʼ αὐτὸν ἀποδεδωκότα μοι φαίνεσθαι, καὶ ὧν ἐναντίον ἀπέδωκε παρασχέσθαι μάρτυρας. εἰ δὲ μηδὲν τούτων πεποίηκεν, πῶς οὐκ ἔχει τὴν πρόσοδον δυοῖν ἐτοῖν τὴν ἐκ τοῦ ἐργαστηρίου, τὰς τριάκοντα μνᾶς, φανερῶς οὕτως τῶν ἔργων γεγενημένων.
εἰ δʼ αὖ τούτων μὲν μηδὲν ἐρεῖ, Μιλύαν δʼ αὐτὰ φήσει πάντα διῳκηκέναι, πῶς χρὴ πιστεύειν, ὅταν φῇ τὰ μὲν ἀναλώματʼ αὐτὸς ἀνηλωκέναι, πλέον ἢ πεντακοσίας δραχμάς, λῆμμα δʼ εἴ τι γέγονεν, ἐκεῖνον ἔχειν; ἐμοὶ μὲν γὰρ δοκεῖ τοὐναντίον ἂν γενέσθαι τούτων, εἰ καὶ Μιλύας αὐτῶν ἐπεμελεῖτο, τὰ μὲν ἀναλώματʼ ἐκεῖνος ἀναλῶσαι, τὰ δὲ λήμμαθʼ οὗτος λαβεῖν, εἴ τι δεῖ τεκμαίρεσθαι πρὸς τὸν ἄλλον αὐτοῦ τρόπον καὶ τὴν ἀναίδειαν. λάβʼ οὖν τὰς μαρτυρίας ταύτας, καὶ ἀνάγνωθʼ αὐτοῖς.
ΜΑΡΤΥΡΙΑΙ.
ταύτας τοίνυν ἔχει τριάκοντα μνᾶς ἀπὸ τοῦ ἐργαστηρίου, καὶ τὸ ἔργον αὐτῶν ὀκτὼ ἐτῶν· ὃ ἂν ἐπὶ δραχμῇ τις τιθῇ μόνον, ἄλλας τριάκοντα μνᾶς εὑρήσει. καὶ ταῦτα μὲν ἰδίᾳ μόνος εἴληφεν· ἃ συντεθέντα πρὸς τὴν προῖκα μάλιστα τέτταρα τάλαντα γίγνεται σὺν τοῖς ἀρχαίοις. ἃ δὲ μετὰ τῶν ἄλλων ἐπιτρόπων κοινῇ διήρπακεν, καὶ ὅσʼ ἔνια μηδὲ καταλειφθῆναι παντάπασιν ἠμφεσβήτηκεν, ταῦθʼ ὑμῖν ἤδη ἐπιδείξω καθʼ ἕκαστον.
πρῶτον μὲν οὖν περὶ τῶν κλινοποιῶν, οὓς κατέλιπεν μὲν ὁ πατήρ, ἀφανίζουσι δʼ οὗτοι, τετταράκοντα μὲν μνῶν ὑποκειμένους, εἴκοσι δʼ ὄντας τὸν ἀριθμόν, ἐπιδείξω ὑμῖν ὡς λίαν ἀναιδῶς καὶ φανερῶς μʼ ἀποστεροῦσι. τούτους γὰρ καταλειφθῆναι μὲν οἴκοι παρʼ ἡμῖν πάντες ὁμολογοῦσιν, καὶ τὰς δώδεκα μνᾶς ἑκάστου τοῦ ἐνιαυτοῦ τῷ πατρὶ γίγνεσθαί φασιν· αὐτοὶ δὲ λῆμμα μὲν παρʼ αὐτῶν ἐν δέκʼ ἔτεσιν οὐδὲν ἐμοὶ γεγενημένον ἀποφαίνουσιν ἀλλʼ οὐδὲ μικρόν, ἀναλώματος δὲ κεφάλαιον εἰς αὐτοὺς οὗτος ὀλίγου δεῖν λογίζεται χιλίας· εἰς τοῦτʼ ἀναιδείας ἐλήλυθεν.
αὐτοὺς δὲ τοὺς ἀνθρώπους, εἰς οὓς ταῦτʼ ἀνηλωκέναι φησίν, οὐδαμοῦ μοι παραδεδώκασιν, ἀλλὰ πάντων κενότατον λόγον λέγουσιν, ὡς ὁ ὑποθεὶς τῷ πατρὶ τἀνδράποδα πονηρότατος ἀνθρώπων ἐστὶν καὶ ἐράνους τε λέλοιπε πλείστους καὶ ὑπέρχρεως γέγονε, καὶ τούτων οὐκ ὀλίγους κεκλήκασι κατʼ ἐκείνου μάρτυρας. τὰ δʼ ἀνδράποδʼ ὅστις ἐστὶν ὁ λαβών, ἢ πῶς ἐκ τῆς οἰκίας ἐξῆλθεν, ἢ τίς ἀφείλετο, ἢ πρὸς τίνα δίκην ἥττηνται περὶ αὐτῶν, οὐκ ἔχουσιν εἰπεῖν.
καίτοι εἴ τι ἔλεγον ὑγιές, οὐκ ἂν κατὰ τῆς ἐκείνου πονηρίας παρείχοντο μάρτυρας, ἧς οὐδέν μοι προσήκει φροντίζειν, ἀλλὰ τούτων ἂν ἀντελαμβάνοντο καὶ τοὺς λαβόντας ἀπεδείκνυσαν καὶ οὐδὲν ἂν αὐτῶν παρέλειπον. νῦν δʼ ὠμότατʼ ἀνθρώπων, ὁμολογοῦντες καταλειφθῆναι καὶ λαβόντες ὡς αὑτοὺς καὶ καρπωσάμενοι δέκʼ ἔτη τοὺς ἀνθρώπους, ἄρδην ὅλον τὸ ἐργαστήριον ἀφανίζουσι. καὶ ταῦθʼ ὡς ἀληθῆ λέγω, λαβέ μοι τὰς μαρτυρίας καὶ ἀναγίγνωσκε.
ΜΑΡΤΥΡΙΑΙ.
ὅτι τοίνυν οὐκ ἄπορος ἦν ὁ Μοιριάδης, οὐδʼ ἦν τῇ πατρὶ τοῦτο τὸ συμβόλαιον εἰς τἀνδράποδʼ ἠλιθίως συμβεβλημένον, μεγίστῳ τεκμηρίῳ γνώσεσθε· λαβὼν γὰρ ὡς ἑαυτὸν Ἄφοβος τοῦτο τὸ ἐργαστήριον, ὡς αὐτοὶ τῶν μαρτύρων ἠκούσατε, καὶ δέον αὐτόν, εἰ καί τις ἄλλος ἐβούλετʼ εἰς ταῦτα συμβαλεῖν, τοῦτον διακωλύειν ἐπίτροπόν γʼ ὄντα, αὐτὸς ἐπὶ τούτοις τοῖς ἀνδραπόδοις τῷ Μοιριάδῃ πεντακοσίας δραχμὰς ἐδάνεισεν, ἃς ὀρθῶς καὶ δικαίως παρʼ ἐκείνου κεκομίσθαι ὡμολόγηκεν.
καίτοι πῶς οὐ δεινόν, εἰ ἡμῖν μὲν πρὸς τῷ λῆμμʼ ἀπʼ αὐτῶν μηδὲν γεγονέναι καὶ αὐτὰ τὰ ὑποτεθέντʼ ἀπόλωλεν, οἳ πρότερον συνεβάλομεν, τῷ δʼ εἰς τὰ ἡμέτερα δανείσαντι καὶ τοσούτῳ χρόνῳ πράξαντι καὶ οἱ τόκοι καὶ τἀρχαῖʼ ἐκ τῶν ἡμετέρων ἀποδέδοται καὶ οὐδεμίʼ ἀπορία γέγονεν; ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, λαβὲ τὴν μαρτυρίαν καὶ ἀνάγνωθι.
ΜΑΡΤΥΡΙΑ.
σκέψασθε τοίνυν ὅσον ἀργύριον οὗτοι παρὰ τοὺς κλινοποιοὺς κλέπτουσι, τετταράκοντα μὲν μνᾶς αὐτὸ τὸ ἀρχαῖον, δέκα δʼ ἐτῶν τὸ ἔργον αὐτῶν δύο τάλαντα· δώδεκα γὰρ μνᾶς ἑκάστου τοῦ ἐνιαυτοῦ τὴν πρόσοδον αὐτῶν ἐλάμβανον. ἆρα μικρόν τι καὶ ἐξ ἀφανοῦς ποθεν καὶ παραλογίσασθαι. ῥᾴδιον, ἀλλʼ οὐ φανερῶς οὑτωσὶ μικροῦ δεῖν τρία τάλαντα ταῦτʼ ἀνηρπάκασιν; ὧν κοινῇ διαπεφορημένων τὸ τρίτον δήπου μέρος παρὰ τούτου μοι προσήκει κεκομίσθαι.
καὶ μήν, ὦ ἄνδρες δικασταί, καὶ τὰ περὶ τοῦ ἐλέφαντος καὶ σιδήρου τοῦ καταλειφθέντος παραπλήσιά πως τούτοις πεποιήκασιν· οὐδὲ γὰρ ταῦτʼ ἀποφαίνουσιν. καίτοι κεκτημένον μὲν τοσούτους κλινοποιούς, κεκτημένον δὲ μαχαιροποιοὺς οὐχ οἷόν τε μὴ οὐχὶ καὶ σίδηρον καὶ ἐλέφαντα καταλιπεῖν, ἀλλʼ ἀνάγκη ταῦτά γʼ ὑπάρχειν· τί γὰρ ἂν ἠργάζοντο τούτων μὴ ὑπαρξάντων.
τὸν τοίνυν πλέον ἢ πεντήκοντʼ ἀνδράποδα κεκτημένον καὶ δυοῖν τέχναιν ἐπιμελούμενον, ὧν θάτερον ἐργαστήριον εἰς τὰς κλίνας ῥᾳδίως δύο μνᾶς τοῦ μηνὸς ἀνήλισκεν ἐλέφαντος, τὸ δὲ μαχαιροποιεῖον οὐκ ἔλαττον ἢ τοσοῦτον ἕτερον σὺν σιδήρῳ, τοῦτον οὔ φασιν καταλιπεῖν οὐδὲν τούτων· εἰς τοῦτʼ ἀναιδείας ἐληλύθασιν.
ὅτι μὲν οὖν οὐ πιστὰ λέγουσιν, καὶ ἐκ τούτων αὐτῶν ῥᾴδιόν ἐστι μαθεῖν· ὅτι δʼ ἐκεῖνος κατέλιπε τοσοῦτον τὸ πλῆθος ὥστε μὴ μόνον ἱκανὸν εἶναι κατεργάζεσθαι τοῖς ἑαυτοῦ δημιουργοῖς, ἀλλὰ καὶ τῷ βουλομένῳ πρὸς ὠνεῖσθαι τῶν ἄλλων, ἐκεῖθεν φανερόν, ὅτι αὐτός τʼ ἐπώλει ζῶν καὶ Δημοφῶν καὶ οὗτος τοῦ πατρὸς ἤδη τετελευτηκότος ἐκ τῆς οἰκίας τῆς ἐμῆς ἀπεδίδοντο τοῖς βουλομένοις.
καίτοι πόσον τινὰ χρὴ τὸν καταλειφθέντα νομίζειν εἶναι, ὅταν φαίνηται τηλικούτοις τʼ ἐργαστηρίοις ἐξαρκῶν καὶ χωρὶς ὑπὸ τῶν ἐπιτρόπων πιπρασκόμενος; ἆρʼ ὀλίγον, ἀλλʼ οὐ πολλῷ πλείω τῶν ἐγκεκλημένων; λαβὲ τοίνυν τὰς μαρτυρίας ταυτασὶ καὶ ἀνάγνωθʼ αὐτοῖς.
ΜΑΡΤΥΡΙΑΙ
τούτου τοίνυν τοῦ ἐλέφαντός ἐστι πλέον ἢ τάλαντον, ὃν οὔτʼ αὐτὸν οὔτε τὸ ἔργον μοι ἀποφαίνουσιν, ἀλλὰ καὶ τοῦτον ἄρδην ἀφανίζουσιν ὅλον.
ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, παρὰ τὸν λόγον ὃν ἀποφέρουσιν, ἐξ ὧν αὐτοὶ λαβεῖν ὁμολογοῦσιν, ἐπιδείξω ὑμῖν τρεῖς μὲν ὄντας αὐτοὺς πλέον ἢ ὀκτὼ τάλαντʼ ἐκ τῶν ἐμῶν ἔχοντας, ἰδίᾳ δʼ ἐκ τούτων Ἄφοβον τρία τάλαντα καὶ χιλίας εἰληφότα, τά τʼ ἀνηλωμένα χωρὶς τούτων πλείω τιθεὶς καὶ ὅσʼ ἐκ τούτων ἀπέδοσαν ἀφαιρῶν, ἵνʼ εἰδῆθʼ ὅτι οὐ μικρᾶς ἀναιδείας τὰ ἐγχειρήματʼ αὐτῶν ἐστίν.
λαβεῖν γὰρ ἐκ τῶν ἐμῶν ὁμολογοῦσιν οὗτος μὲν ὀκτὼ καὶ ἑκατὸν μνᾶς, χωρὶς ὧν ἔχοντʼ αὐτὸν ἐγὼ ἐπιδείξω νῦν, Θηριππίδης δὲ δύο τάλαντα, Δημοφῶν δʼ ἑπτὰ καὶ ὀγδοήκοντα μνᾶς. τοῦτο δʼ ἐστὶ πέντε τάλαντα καὶ πεντεκαίδεκα μναῖ. τούτου τοίνυν ὃ μὲν οὐχ ἅθρουν ἐλήφθη, σχεδόν εἰσιν ἑβδομήκοντα μναῖ καὶ ἑπτά, ἡ πρόσοδος ἡ ἀπὸ τῶν ἀνδραπόδων, ὃ δʼ εὐθὺς ἔλαβον οὗτοι, μικροῦ δέοντα τέτταρα τάλαντα· οἷς τὸ ἔργον ἂν προσθῆτʼ ἐπὶ δραχμῇ μόνον τῶν δέκʼ ἐτῶν, ὀκτὼ τάλανθʼ εὑρήσετε σὺν τοῖς ἀρχαίοις καὶ χιλίας γιγνομένας.
τὴν μὲν τοίνυν τροφὴν ἀπὸ τῶν ἑβδομήκοντα μνῶν καὶ ἑπτὰ λογιστέον τῶν ἀπὸ τοῦ ἐργαστηρίου γενομένων. Θηριππίδης γὰρ ἑπτὰ μνᾶς ἐδίδου καθʼ ἕκαστον τὸν ἐνιαυτὸν εἰς ταῦτα, καὶ ἡμεῖς τοῦτο λαβεῖν ὁμολογοῦμεν. ὥσθʼ ἑβδομήκοντα μνῶν ἐν τοῖς δέκʼ ἔτεσιν τροφὴν τούτων ἡμῖν ἀνηλωκότων, τὸ περιὸν τὰς ἑπτακοσίας προστίθημʼ αὐτοῖς, καὶ τούτων πλείω εἰμὶ τεθηκώς. ὃ δʼ ἐμοὶ δοκιμασθέντι παρέδοσαν καὶ ὅσον εἰς τὴν πόλιν εἰσενηνόχασιν, τοῦτʼ ἀπὸ τῶν ὀκτὼ ταλάντων καὶ τοῦ προσόντος ἀφαιρετέον ἐστίν.
ἀπέδοσαν μὲν τοίνυν οὗτος καὶ Θηριππίδης μίαν καὶ τριάκοντα μνᾶς, εἰσφορὰς δʼ εἰσενηνοχέναι λογίζονται δυοῖν δεούσας εἴκοσι μνᾶς. ἐγὼ δʼ ὑπερβαλὼν τοῦτο ποιήσω τριάκοντα μνᾶς, ἵνα πρὸς ταῦτα μηδʼ ἀντειπεῖν ἔχωσιν. οὐκοῦν ἂν ἀφέλητε τὸ τάλαντον ἀπὸ τῶν ὀκτὼ ταλάντων, ἑπτὰ τὰ λειπόμενʼ ἐστί, καὶ ταῦτα, ἐξ ὧν αὐτοὶ λαβεῖν ὁμολογοῦσι, τούτους ἔχειν ἐστὶν ἀναγκαῖον. τοῦτο τοίνυν, εἰ καὶ τἄλλα πάντʼ ἀποστεροῦσιν ἀρνούμενοι μὴ ἔχειν, ἀποδοῦναι προσῆκεν, ὁμολογοῦντάς γε λαβεῖν ταῦτʼ ἐκ τῶν ἐμῶν.
νῦν δὲ τί ποιοῦσιν; ἔργον μὲν οὐδὲν ἀποφαίνουσι τοῖς χρήμασιν, αὐτὰ δὲ τὰ ἀρχαῖα πάντʼ ἀνηλωκέναι φασὶ σὺν ταῖς ἑπτὰ καὶ ἑβδομήκοντα μναῖς· Δημοφῶν δὲ καὶ πρὸς ὀφείλοντας ἡμᾶς ἐνέγραψε. ταῦτʼ οὐ μεγάλη καὶ περιφανὴς ἀναισχυντία; ταῦτʼ οὐχ ὑπερβολὴ δεινῆς αἰσχροκερδίας; τί οὖν ποτʼ ἐστὶ τὸ δεινόν, εἰ μὴ ταῦτα δόξει τηλικαύτας ὑπερβολὰς ἔχοντα.
οὗτος τοίνυν τὸ καθʼ αὑτὸν ὀκτὼ καὶ ἑκατὸν μνᾶς λαβεῖν ὁμολογῶν, ἔχει καὶ αὐτὰς καὶ τὸ ἔργον δέκʼ ἐτῶν, μάλιστα τρία τάλαντα καὶ χιλίας. καὶ ταῦθʼ ὡς ἀληθῆ λέγω, καὶ ἐν τοῖς λόγοις τῆς ἐπιτροπῆς τὸ λῆμμʼ ἕκαστος τοῦθʼ ὁμολογῶν λαβεῖν ἅπαν ἀνηλωκέναι λογίζεται, λαβὲ τὰς μαρτυρίας καὶ ἀνάγνωθι.
ΜΑΡΤΥΡΙΑΙ.
νομίζω τοίνυν, ὦ ἄνδρες δικασταί, περὶ τούτων ἱκανῶς μὲν ὑμᾶς μεμαθηκέναι, καὶ ὅσα κλέπτουσιν καὶ κακουργοῦσιν ἕκαστος αὐτῶν· ἔτι δʼ ἀκριβέστερον ἔγνωτʼ ἄν, εἴ μοι τὰς διαθήκας, ἃς ὁ πατὴρ κατέλιπεν, οὗτοι ἀποδοῦναι ἠθέλησαν. ἐν γὰρ ἐκείναις ἐγέγραπτο, ὥς φησιν ἡ μήτηρ, ἃ κατέλιπεν ὁ πατὴρ πάντα, καὶ ἐξ ὧν ἔδει τούτους λαβεῖν τὰ δοθέντα, καὶ τὸν οἶκον ὅπως μισθώσουσι.