Against Aristogeiton II
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
ἀλλʼ ἴσως ὅτι πρὸς ἅπαντας ἀεὶ προαιρεῖται λοιδορεῖσθαι καὶ διαβοᾶσθαι καὶ μέμφεσθαι τὰ λεγόμενα, διὰ ταῦτα περιποιῆσαι νῦν αὐτὸν ἁρμόττει. ἀλλὰ ταῦτά γε νὴ τὴν Ἀθηνᾶν ὄνειδός ἐστιν, ἄνδρες δικασταί, τῇ πόλει γιγνόμενʼ ἐπὶ τοῦ βήματος, καὶ διὰ τὰς τούτων ἀπονοίας ἐπονείδιστον ἤδη τὸ πολιτεύεσθαι παρὰ τοῖς ἐπιεικέσιν ὑμῶν ἐστιν. εἰ δʼ οὖν τινι τοῦθʼ ὑμῶν ἐν ἡδονῇ συμβέβηκεν, οὐκ ἀπορήσετε τῶν τοιαῦτα ποιησόντων, ἐπεὶ καὶ νῦν μεστὸν τὸ βῆμʼ ἐστίν. οὐ γὰρ ἐπιτιμᾶν τοῖς συμβεβουλευμένοις χαλεπόν, ἀλλὰ συμβουλεῦσαι καὶ πεῖσαί τι τῶν δεόντων ὑμᾶς ψηφίσασθαι.
πρὸς δὲ τούτοις, εἰ μὲν μὴ καὶ πρότερον τοῖς αὐτοῖς τούτοις χρώμενος λόγοις ἐξηπάτησεν ὑμᾶς, ὅτʼ ἠγωνίσατο τὴν προτέραν ἔνδειξιν, ἦν μὲν οὐδʼ οὕτω δίκαιον παρὰ τοὺς ὑπάρχοντας νόμους τι συγχωρεῖν (οὐ δεῖ γὰρ παρανομεῖν δόντας τισὶ τοὺς ἄλλους κατὰ τοὺς νόμους ἀξιοῦν πράττειν), οὐ μὴν ἀλλʼ ἴσως γʼ εὐλογώτερον ἦν τὸ πιστεῦσαι καὶ καταχαρίσασθαι καὶ προέσθαι τι τῶν τοιούτων.
ἐπειδὴ δὲ τότʼ ἀφέντες ἐπὶ ταῖς ὁμολογουμέναις ἐλπίσιν, μικρὸν ὕστερον τὸν αὐτὸν τοῦτον, ὡς πράττοντα καὶ λέγοντα μὴ τὰ ἄριστα τῷ δήμῳ, πάλιν ἐκολάσατε, τίς ὑπολείπεται σκῆψις ὑμῖν ἁρμόττουσα, ἂν νῦν παρακρουσθῆτε; ὧν μὲν γὰρ ἔργῳ πεῖραν εἰλήφατε, τί δεῖ τοῖς λόγοις πιστεύειν; ὧν δὲ μηδέπω τὴν δοκιμασίαν ἔχετʼ ἀκριβῆ παρʼ ὑμῖν αὐτοῖς, ἐκ τῶν λεγομένων ἴσως ἀναγκαῖόν ἐστι κρίνειν.
θαυμάζω δʼ ἔγωγε τῶν οὕτως ἐχόντων ὥστε τὰ μὲν ἴδια τοῖς ἐκ τῶν παρεληλυθότων χρόνων οὖσιν ἐπιεικέσι, τούτοις παρακατατίθεσθαι, τὰ δʼ ἐν τῇ πολιτείᾳ κοινὰ τοῖς ὁμολογουμένως ἐξεληλεγμένοις οὖσι φαύλοις ἐπιτρέπειν. καὶ κύνα μὲν ἐπὶ ποίμνην ἀγεννῆ καὶ φαῦλον οὐδʼ ἂν εἷς ἐπιστήσειε φυλάττειν· ἐπὶ δὲ τοὺς τὰ κοινὰ πράττοντας τοὺς τυχόντας ἀνθρώπους φασὶν ἔνιοι φύλακας δεῖν ἐπιπέμπειν, οἳ προσποιούμενοι μηνύειν τοὺς ἁμαρτάνοντας αὐτοὶ τῆς μεγίστης εἰσὶ φυλακῆς δεόμενοι.
ὧν, ἐὰν ἔχητε νοῦν, ἐνθυμούμενοι τοὺς μὲν φάσκοντας τούτους τῷ λόγῳ φιλεῖν ὑμᾶς χαίρειν ἐάσετε, αὐτοὶ δὲ τοῦτʼ ἐκ παντὸς τρόπου παραφυλάξετε, ὅπως μηδενὶ δῶτʼ ἐξουσίαν ἀκύρους τοὺς νόμους ποιεῖν, ἄλλως τε καὶ τῶν πολλῶν ὑπὲρ τοῦ πλήθους καὶ λέγειν καὶ γράφειν δύνασθαι προσποιουμένων. ὡς πάνδεινόν ἐστιν τοὺς μὲν προγόνους ὑπὲρ τοῦ μὴ καταλυθῆναι τοὺς νόμους ἀποθνῄσκειν τολμᾶν, ὑμᾶς δὲ μηδὲ τοὺς ἐξαμαρτάνοντας εἰς αὐτοὺς τιμωρεῖσθαι, καὶ τὸν μὲν γράψαντα τοὺς νόμους Σόλωνα ἐψηφίσθαι χαλκοῦν ἐν ἀγορᾷ στῆσαι, αὐτῶν δὲ τῶν νόμων ὀλιγωροῦντας φαίνεσθαι, διʼ οὓς κἀκεῖνον ὑπερβαλλόντως συμβέβηκε τιμᾶσθαι.
πῶς δʼ οὐκ ἂν εἴη τὸ συμβαῖνον ἄλογον, εἰ νομοθετοῦντες μὲν ὀργίζεσθε τοῖς πονηροῖς, ἐπʼ αὐτοφώρῳ δέ τινας εἰληφότες ἀθῴους ἐάσετε; καὶ τὸν μὲν νομοθέτην ἕνʼ ὄντα πᾶσιν ὑπὲρ ὑμῶν ἀπεχθάνεσθαι τοῖς φαύλοις, ὑμᾶς δὲ μηδʼ ὑπὲρ ὑμῶν αὐτῶν κοινῇ συλλεγέντας ἐπιδείξασθαι μισοῦντας τοὺς πονηρούς, ἀλλʼ ὑφʼ ἑνὸς ἀνδρὸς πονηρίας ἡττηθῆναι; καὶ θάνατον μὲν ὡρικέναι τὴν ζημίαν, ἐάν τις οὐκ ὄντα νόμον παράσχηται, τοὺς δὲ τοὺς ὄντας εἰς τὴν τῶν οὐκ ὄντων νόμων τάξιν ἄγοντας, τούτους ἀτιμωρήτους περιορᾶν;