Against Aristogeiton II
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
καὶ ταῦτα πάνθʼ οὕτω διαφυλάττουσιν οὐδεπώποτʼ οὔθʼ ὑμῖν οὔτε τοῖς προγόνοις μετεμέλησεν. ἔστι γὰρ δημοκρατίας φυλακὴ τῶν μὲν ἐχθρῶν ἢ βουλευομένους ἢ μαχομένους περιεῖναι, τῶν δὲ νόμων ἢ προαιρουμένους ἢ συναναγκαζομένους ἡττᾶσθαι. καὶ ταῦθʼ ὅτι τοῦτον τὸν τρόπον προσήκει πράττεσθαι, καὶ παρʼ αὐτοῦ τούτου συνωμολόγηται.
ὅτε γὰρ Ὑπερείδης ἔγραψε, τῶν περὶ Χαιρώνειαν ἀτυχημάτων τοῖς Ἕλλησι γενομένων, καὶ τῆς πόλεως ὑπὲρ αὐτῶν τῶν ἐδαφῶν εἰς κίνδυνον μέγιστον κατακεκλειμένης, εἶναι τοὺς ἀτίμους ἐπιτίμους, ἵνʼ ὁμονοοῦντες ἅπαντες ὑπὲρ τῆς ἐλευθερίας προθύμως ἀγωνίζωνται, ἐάν τις κίνδυνος τηλικοῦτος καταλαμβάνῃ τὴν πόλιν, τούτου τοῦ ψηφίσματος γραφὴν παρανόμων ἀπενέγκας ἠγωνίζετʼ ἐν τῷ δικαστηρίῳ.
καίτοι πῶς οὐ δεινὸν εἰς μὲν τὴν ὑπὲρ τῆς πατρίδος σωτηρίαν μηδενὶ τῶν πολιτῶν Ἀριστογείτονα τουτονὶ συγχωρῆσαι τυχεῖν τῆς ἐπιτιμίας, εἰς δὲ τὴν αὑτοῦ παρανομίαν παρὰ πάντων ὑμῶν ἀξιοῦν λαμβάνειν τὴν αὐτὴν δωρειάν; καίτοι πολύ γε νομιμώτερον καὶ δικαιότερον τὸ ψήφισμʼ ἐκεῖνʼ ἦν οὗ σὺ νῦν ἀξιοῖς ψηφίσασθαί σοι τουτουσί.