Against Aristogeiton I

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.

νεαλὴς δὲ καὶ πρόσφατος ὢν ἐκεῖνος περιῆν αὐτοῦ τεταριχευμένου καὶ πολὺν χρόνον ἐμπεπτωκότος. ὡς δʼ εἰς τοῦθʼ ἧκεν, ἀπεσθίει τὴν ῥῖνα τἀνθρώπου. καὶ τότε μὲν περὶ τὴν γεγονυῖαν συμφορὰν ἅνθρωπος γενόμενος ἀπέστη τοῦ τὸ γραμματεῖον ἐρευνᾶν καὶ ζητεῖν· ὕστερον δʼ εὑρίσκουσι τὸ γραμματεῖον ἐν κιβωτίῳ τινί, οὗ τὴν κλεῖν οὗτος εἶχεν. καὶ μετὰ ταῦτα ψηφίζονται περὶ αὐτοῦ ταῦθʼ οἱ ἐν τῷ οἰκήματι, μὴ πυρός, μὴ λύχνου, μὴ ποτοῦ, μὴ βρωτοῦ μηδενὸς μηδένα τούτῳ κοινωνεῖν, μηδὲ λαμβάνειν, μηδʼ αὐτὸν τούτῳ διδόναι.

καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, κάλει μοι τὸν ἄνθρωπον οὗ τὴν ῥῖνʼ ὁ μιαρὸς οὗτος ἐσθίων κατέφαγεν.

ΜΑΡΤΥΡΙΑ

καλῶν γʼ ἔργων ὁ ῥήτωρ δημιουργὸς ὑμῖν γέγονεν. ἄξιόν γʼ ἐκ τοῦ τοιαῦτα πεποιηκότος στόματος λόγον ἢ συμβουλήν τινʼ ἀκοῦσαι. ἀνάγνωθι δὴ καὶ τουτὶ τὸ καλὸν περὶ αὐτοῦ δόγμα.

ΔΟΓΜΑ

εἶτʼ οὐκ αἰσχύνεσθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ οἱ μὲν ἐπὶ πονηρίᾳ καὶ τοῖς ἐσχάτοις ἐμπεπτωκότες εἰς τὸ οἴκημα τοσούτῳ τοῦτον ἡγήσανθʼ ἑαυτῶν εἶναι πονηρότερον ὥστʼ ἄμεικτον ἑαυτοῖς καταστῆσαι, ὑμεῖς δʼ ἐξεληλακότων τῶν νόμων αὐτὸν ἐκ τῆς πολιτείας εἰς ὑμᾶς αὐτοὺς καταμείξετε; τί τῶν πεπραγμένων ἢ βεβιωμένων ἐπαινέσαντες; ἢ τί τῶν πάντων οὐχὶ δυσχεράναντες; οὐκ ἀσεβής; οὐκ ὠμός; οὐκ ἀκάθαρτος; οὐ συκοφάντης;

ἀλλʼ ὅμως τοιαῦτα ποιῶν καὶ τοιοῦτος ὢν ἐν ἁπάσαις ἀεὶ βοᾷ ταῖς ἐκκλησίαις ἐγὼ μόνος εὔνους ὑμῖν· πάντες οὗτοι συνεστᾶσιν· προδέδοσθε· ἡ παρʼ ἐμοὶ μόνον εὔνοια λοιπή. βούλομαι δὴ τὴν σφοδρὰν καὶ μεγάλην εὔνοιαν αὐτοῦ ταύτην ἐξετάσαι, πόθεν ἐστὶ καὶ ἐκ τίνος αὐτῷ γεγονυῖα, ἵνʼ εἰ μέν ἐστι τοιαύτη, χρῆσθʼ αὐτῇ καὶ πιστεύητε, εἰ δὲ μή, φυλάττησθε.

πότερον γάρ, ὅτι τοῦ πατρὸς αὐτοῦ θάνατον κατέγνωτε καὶ τὴν μητέρʼ αὐτοῦ ὀφλοῦσαν ἀποστασίου ἀπέδοσθε, διὰ ταῦτʼ αὐτὸν ὑμῖν εὔνουν ὑπολαμβάνετʼ εἶναι; ἀλλʼ ἄτοπον νὴ τὸν Δία καὶ θεοὺς τοῦτό γε. εἰ μὲν γὰρ εὔνους ἐστὶν ἐκείνοις καὶ τὸν τῆς φύσεως διασῴζει νόμον, ὃς καὶ ἀνθρώποις καὶ θηρίοις εἷς καὶ ὁ αὐτὸς ἅπασιν ὥρισται, στέργειν τοὺς γονέας,

κακόνους ἐστὶ τοῖς ἐκείνους ἀπολωλεκόσιν δῆλον ὅτι καὶ νόμοις καὶ πολιτείᾳ τῇ τούτων· εἰ δὲ μηδένα τούτων ὑπόλογον ποιεῖται, ἡδέως ἂν εἰδείην τίς ἐστιν ὁ τὴν πρὸς τοὺς γονέας εὔνοιαν ὁρῶν προδεδωκότα τοῦτον, ἣν πρὸς τὸν δῆμον νῦν ἔχειν ὑπισχνεῖται, πιστεύων· ἐγὼ μὲν γὰρ ἄπιστον καὶ θεοῖς ἐχθρόν, οὐ μόνον ἀνθρώποις, ὑπολαμβάνω τὸν τῶν γονέων ἀμελοῦντα.

ἀλλὰ νὴ Δίʼ ὅτι τὰς ἐνδείξεις αὐτοῦ κατεψηφίσασθε, καὶ δὶς εἰς τὸ δεσμωτήριον κατέθεσθε καὶ αὐτὸν καὶ τὸν ἀδελφόν, διὰ ταῦθʼ ὑμῖν εὔνους ἐστίν. ἀλλὰ καὶ τοῦτʼ ἄτοπον. ἀλλʼ ὅτι τὴν ἀρχὴν ἣν ἔλαχεν ἄρχειν ἀπεδοκιμάσατε;

ἀλλʼ ὅτι παρανόμων αὐτοῦ κατέγνωτε; ἀλλʼ ὅτι πέντε ταλάντων πρὸς ἐτιμήσατε; ἀλλʼ ὅτι δακτυλοδεικτεῖτʼ ἐπὶ τῷ πονηρότατον τῶν ὄντων ἁπάντων δεικνύναι; ἀλλʼ ὅτι τῶν ὑπαρχόντων νόμων καὶ πολιτείας μενόντων οὐκ ἔνι τῶν αἰσχρῶν αὐτῷ τούτων ἀπαλλαγῆναι; ἀλλὰ διὰ τί ὑμῖν οὗτος εὔνους ἐστίν; ὅτι, φησίν, ἀναιδής ἐστιν. ὁ δʼ ἀναιδὴς ἐκ τίνος ὠνομάσθη τῶν ἄλλων ἀλλʼ ἢ ὅταν τὰ μήτʼ ὄντα μήτʼ ἂν γενόμενα, ταῦτα τολμᾷ λέγειν διʼ ἀναισχυντίαν, ὅπερ οὗτος ποιεῖ;

ἡγοῦμαι τοίνυν καὶ περὶ τῆς ἐνδείξεως, ἅ μοι παραλείπειν ἔδοξε Λυκοῦργος, βέλτιον εἶναι πρὸς ὑμᾶς εἰπεῖν. ἐγὼ γὰρ οἶμαι δεῖν ὑμᾶς, ὥσπερ ἂν εἰ χρέος ἐσκοπεῖτʼ ἴδιον, οὕτως ἐξετάσαι τοῦτον καὶ τὰ τουτουὶ τοῦ ἀγῶνος δίκαια. εἰ τοίνυν τις ὀφείλειν τινʼ ᾐτιᾶτο χρήματα, ὁ δʼ ἠρνεῖτο, εἰ μὲν ἐφαίνονθʼ αἵ τε συνθῆκαι καθʼ ἃς ἐδανείσατο κείμεναι καὶ οἱ τεθέντες ὅροι ἑστηκότες, τὸν ἀρνούμενον ἡγεῖσθʼ ἂν ἀναιδῆ δηλονότι, εἰ δʼ ἀνῃρημένα ταῦτα, τὸν ἐγκαλοῦντα· οὕτω ταῦτα πέφυκεν.

εἰσὶ τοίνυν ὧν Ἀριστογείτων ὀφείλει τῇ πόλει συνθῆκαι μὲν οἱ νόμοι, καθʼ οὓς ἐγγράφονται πάντες οἱ ὀφλισκάνοντες, ὅρος δʼ ἡ σανὶς ἡ παρὰ τῇ θεῷ κειμένη. εἰ μὲν οὖν ἀνῄρηται ταῦτα καὶ ἐξαλήλιπται τὸ ὄφλημα, ἡμεῖς ληροῦμεν, μᾶλλον δὲ ψευδόμεθα· εἰ δʼ ἔτʼ ἔστι καὶ ἔσται τέωσπερ ἂν ἐκτείσῃ κείμενα, οὗτος οὐδὲν ἀληθὲς λέγει, ἀλλʼ ἀδικεῖ καὶ δεινὰ ποιεῖ τὰ κοινὰ δίκαιʼ ἀφανίζειν ἐπιχειρῶν.

οὐ γάρ, εἰ μὴ πᾶν ὅσον ὦφλεν ὀφείλει, νῦν ἡ κρίσις οὐδʼ ὁ λόγος, ἀλλʼ εἰ ὀφείλει. ἢ δεινά γʼ ἂν πάθοιεν οἱ δραχμὴν ἐγγεγραμμένοι μόνην, εἰ, διότι μικρὰ καὶ οὐδὲν ἠδικήκασιν, ἰσχύσει τὸ ὀφείλειν κατʼ αὐτῶν· ἐὰν δέ τις μεγάλʼ ἠδικηκὼς ᾖ, μίαν θεὶς ἢ δύο καταβολὰς ἐπίτιμος ἔσται. ἔτι τοίνυν τρίʼ ἐστὶν τὰ ὀφλήμαθʼ ἃ ἐγγέγραπται καὶ ἐφʼ οἷς ἐνδέδεικται. τὰ μὲν δὴ δύʼ ἐν ἀπογραφῇ πεποίηται, τὸ δʼ ἓν οὐδʼ ἀπογέγραπται, ἀλλὰ βουλεύσεως τὸν Ἀλωπεκῆθεν Ἀρίστωνα διώκει.

ναί, φησίν· ἀδίκως γάρ μʼ ἐγγέγραφεν. δεῖ δή σε, ὡς ἔοικεν, δίκην λαβεῖν. οὐκοῦν ὑποσχεῖν πρῶτον καὶ μεῖναι ἐν οἷς πέπονθας ἀνάγκη. ἢ τίνος λήψει δίκην; εἰ γὰρ ἔξεστί σοι πάνθʼ ἅπερ τοῖς ἄλλοις, τί ἠδίκησαι;

φέρε δὴ πρὸς θεῶν κἀκεῖνο σκέψασθε. ἂν ἕλῃ τὸν Ἀρίστωνα τῆς βουλεύσεως, τί ἔσται; ἐξαλειφθήσεται νὴ Δία, ὁ δʼ ἀντεγγραφήσεται· ταῦτα γὰρ οἱ νόμοι λέγουσιν. καλῶς. πότερον οὖν ἀπὸ ταύτης τῆς ἡμέρας ὁδὶ μὲν ὀφειλήσει τῷ δημοσίῳ, ὁ ἐξαλειφθείς, ἐκεῖνος δʼ ἐπίτιμος ἔσται, ὁ ἐγγραφείς; ἐκ γὰρ ὧν νῦν ὅδʼ ἀξιοῖ, ταῦτα συμβαίνει· εἰ γὰρ ὅτʼ ἐγγέγραπται μὴ ὀφείλει, ἐπειδὰν ἐξαλειφθῇ, ὀφειλήσει δηλονότι. ἀλλʼ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν, ἀλλʼ ὅταν ἐξαλειφθῇ, τότʼ οὐκ ὀφειλήσει· οὐκοῦν νῦν ὀφείλει.

τί δʼ; ἂν αὐτὸν ἀποφύγῃ, παρὰ τοῦ κομιεῖται ταῦθʼ ἡ πόλις ἃ νῦν οὐκ ἐξὸν οὗτος ποιεῖ; πόθεν δέ, οἷς οὗτος θανάτου τιμᾶται καὶ δεσμοῦ περιιὼν ἐν τῷ δικαστηρίῳ, οἱ μὲν τὰς ψυχάς, οἱ δὲ τὸ μὴ δεινὰ πεπονθέναι κομιοῦνται; ᾧ γὰρ οὐδὲ τῶν ἴσων οὐδὲ τῶν ἐγκυκλίων δικαίων μετουσίαν διδόασιν οἱ νόμοι, οὗτος τῶν ἀνηκέστων ἑτέροις αἴτιος γίγνεται, οὐκ ὀρθῶς οὐδὲ πολιτικῶς οὐδʼ ὡς συμφέρει γιγνομένων τούτων.

ἀλλʼ ἔγωγε ταῦθʼ ὁρῶν θαυμάζω, τὸ τἄνω κάτω γεγενῆσθαι τί ποτʼ οἴεσθʼ εἶναι. ἐὰν ἡ γῆ μὲν ἄνω, τὰ δʼ ἄστρα κάτω γένηται; οὐκ ἔστι τοῦτο γενέσθαι, μηδὲ γένοιτο. ἀλλʼ ὅταν, οἷς ἐκ τῶν νόμων μὴ ἔξεστιν, ἐκ τῶν ὑμετέρων βουλήσεων ἐξῇ, ὅταν ἡ μὲν πονηρία τιμᾶται, τὰ χρηστὰ δʼ ἀπορρίπτηται, ὅταν τὸ δίκαιον καὶ τὸ συμφέρον ἡττᾶται τοῦ φθόνου, τότʼ ἄνω κάτω πάντα χρὴ νομίζειν τετράφθαι.

ἤδη τοίνυν τινὰς εἶδον τῶν ἀγωνιζομένων οἳ τοῖς πράγμασιν αὐτοῖς ἁλισκόμενοι, καὶ οὐκ ἔχοντες ὡς οὐκ ἀδικοῦσι δεῖξαι, οἱ μὲν εἰς τὴν τοῦ βίου μετριότητα καὶ σωφροσύνην κατέφυγον, οἱ δʼ εἰς τὰ τῶν προγόνων ἔργα καὶ λῃτουργίας, οἱ δʼ εἰς ἕτερα τοιαῦτα διʼ ὧν εἰς ἔλεον καὶ φιλανθρωπίαν τοὺς δικάζοντας ἤγαγον. τούτῳ δʼ οὐδένʼ ὁρῶ τῶν τόπων τούτων βάσιμον ὄντα, ἀλλὰ πάντʼ ἀπόκρημνα, φάραγγας,

βάραθρα. τί γὰρ ὡς ἀληθῶς ἐρεῖ; ὧν ὁ πατήρ τι πεποίηκε νὴ Δία. ἀλλὰ κατεγνώκαθʼ ὑμεῖς ἐν τουτοισὶ τοῖς δικαστηρίοις αὐτοῦ θάνατον, ὡς πονηροῦ δηλονότι καὶ ἀξίου τεθνάναι. ἀλλὰ νὴ Δία, εἰ ταῦτʼ ἐστὶν αὐτῷ δυσχερῆ τὰ περὶ τὸν πατέρα, εἰς τὸν ἑαυτοῦ βίον καταφεύξεται ὡς σώφρονα καὶ μέτριον. ποῖον; ὃν ποῦ βεβίωκεν; ὃν μὲν γὰρ ἅπαντες ὑμεῖς ἑοράκατε, οὐκ ἔστι τοιοῦτος.

ἀλλʼ ὦ τᾶν, εἰς τὰς λῃτουργίας ἀποχωρήσεται. τὰς πότʼ ἢ ποῦ γεγονυίας; τὰς τοῦ πατρός; ἀλλʼ οὐκ εἰσίν. ἀλλὰ τὰς ἑαυτοῦ; φάσεις, ἀπαγωγάς, ἐνδείξεις, οὐχὶ λῃτουργίας εὑρήσετε. ἀλλὰ νὴ Δία καὶ χωρὶς τούτων συγγενεῖς πολλοὶ καὶ καλοὶ κἀγαθοὶ παραστάντες αὐτὸν ἐξαιτήσονται. ἀλλʼ οὔτʼ εἰσὶν οὔτʼ ἐγένοντο πώποτε· πῶς γὰρ τῷ γε μηδʼ ἐλευθέρῳ;

πλὴν ἔστι νὴ Δία, ἔστιν ἀδελφός τις οὗτος αὐτῷ, ὁ παρὼν καὶ τὴν καλὴν δίκην αὐτῷ λαχών. περὶ οὗ τὰ μὲν ἄλλα τί δεῖ λέγειν; ἀδελφὸς δʼ ἐστὶ τούτου ὁμομήτριος καὶ ὁμοπάτριος καὶ πρὸς τοῖς ἄλλοις κακοῖς δίδυμος. οὑτοσί—τὰ μὲν ἄλλα σιωπῶ, ἀλλʼ ἐφʼ οἷς ὑμεῖς τὴν μιαρὰν Θεωρίδα, τὴν Λημνίαν, τὴν φαρμακίδα, καὶ αὐτὴν καὶ τὸ γένος ἅπαν ἀπεκτείνατε,

ταῦτα λαβὼν τὰ φάρμακα καὶ τὰς ἐπῳδὰς παρὰ τῆς θεραπαίνης αὐτῆς, ἣ κατʼ ἐκείνης τότʼ ἐμήνυσεν, ἐξ ἧσπερ ὁ βάσκανος οὗτος πεπαιδοποίηται, μαγγανεύει καὶ φενακίζει καὶ τοὺς ἐπιλήπτους φησὶν ἰᾶσθαι, αὐτὸς ὢν ἐπίληπτος πάσῃ πονηρίᾳ. οὗτος οὖν αὐτὸν ἐξαιρήσεται, ὁ φαρμακός, ὁ λοιμός, ὃν οἰωνίσαιτʼ ἄν τις μᾶλλον ἰδὼν ἢ προσειπεῖν βούλοιτο, ὃς αὐτὸς αὑτῷ θανάτου τετίμηκεν ὅτε τοιαύτην δίκην ἔλαχεν.